<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="21"><p rend="align(indent)">σκέψασθε οὖν ὅσῳ δικαιότερα ὑμῶν δεήσομαι ἐγὼ ἢ ὁ ἀδελφός. ἐγὼ μέν γε τῷ τεθνεῶτι ὑμᾶς κελεύω καὶ τῷ ἠδικημένῳ τὸν ἀΐδιον χρόνον τιμωροὺς γενέσθαι· οὗτος δὲ τοῦ μὲν τεθνεῶτος πέρι οὐδὲν ὑμᾶς αἰτήσεται, ὃς ἄξιος καὶ ἐλέου καὶ βοηθείας καὶ τιμωρίας παρʼ ὑμῶν τυχεῖν, ἀθέως καὶ ἀκλεῶς πρὸ τῆς εἱμαρμένης ὑφʼ ὧν ἥκιστα ἐχρῆν τὸν βίον ἐκλιπών, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="22"><p>ὑπὲρ δὲ τῆς ἀποκτεινάσης δεήσεται ἀθέμιτα καὶ ἀνόσια καὶ ἀτέλεστα καὶ ἀνήκουστα καὶ θεοῖς καὶ ὑμῖν, δεόμενος ὑμῶν <add>μὴ τιμωρῆσαι</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">μὴ τιμωρῆσαι</foreign> add. Thalheim.</note> ἃ αὐτὴ ἑαυτὴν οὐκ ἔπεισε μὴ κακοτεχνῆσαι. ὑμεῖς δʼ οὐ τῶν ἀποκτεινάντων ἐστὲ βοηθοί, ἀλλὰ τῶν ἐκ προνοίας ἀποθνῃσκόντων, καὶ ταῦτα ὑφʼ ὧν ἥκιστα ἐχρῆν αὐτοὺς ἀποθνῄσκειν. ἤδη οὖν ἐν ὑμῖν ἐστι τοῦτʼ ὀρθῶς διαγνῶναι, ὃ καὶ ποιήσατε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="23"><p rend="align(indent)">δεήσεται δʼ ὑμῶν οὗτος μὲν ὑπὲρ τῆς μητρὸς τῆς αὑτοῦ ζώσης, τῆς ἐκεῖνον διαχρησαμένης ἀβούλως τε καὶ ἀθέως, ὅπως δίκην μὴ δῷ, ἂν ὑμᾶς πείθῃ, ὧν ἠδίκηκεν· ἐγὼ δʼ ὑμᾶς ὑπὲρ τοῦ πατρὸς τοὐμοῦ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">τοὐμοῦ</foreign> Franke: <foreign xml:lang="grc">μου</foreign> codd.</note> τεθνεῶτος αἰτοῦμαι, ὅπως παντὶ τρόπῳ δῷ· ὑμεῖς δέ, ὅπως διδῶσι δίκην οἱ ἀδικοῦντες, τούτου γε ἕνεκα καὶ δικασταὶ ἐγένεσθε καὶ ἐκλήθητε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="24"><p>καὶ ἐγὼ μὲν ἐπεξέρχομαι [λέγων],<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">λέγων</foreign> secl. Gernet.</note> ἵνα δῷ δίκην ὧν ἠδίκηκε καὶ τιμωρήσω τῷ τε πατρὶ τῷ ἡμετέρῳ καὶ τοῖς νόμοις τοῖς ὑμετέροις· ταύτῃ καὶ ἄξιόν μοι βοηθῆσαι ὑμᾶς ἅπαντας, εἰ ἀληθῆ λέγω· οὗτος δὲ τἀναντία, ὅπως ἡ τοὺς νόμους παριδοῦσα μὴ δῷ δίκην ὧν ἠδίκηκε, ταύτῃ βοηθὸς καθέστηκε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0028.tlg001.perseus-grc2" n="25"><p>καίτοι πότερον δικαιότερον τὸν ἐκ προνοίας ἀποκτείναντα δοῦναι δίκην ἢ μή; καὶ πότερον δεῖ<note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">δεῖ</foreign> Jernstedt: <foreign xml:lang="grc">δικαιότερον</foreign> codd.</note> οἰκτεῖραι μᾶλλον τὸν τεθνεῶτα ἢ τὴν ἀποκτείνασαν; ἐγὼ μὲν οἶμαι τὸν τεθνεῶτα· καὶ γὰρ <add>ἂν</add><note resp="editor" xml:lang="lat" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign> add. Dobree.</note> δικαιότερον καὶ ὁσιώτερον καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων γίγνοιτο ὑμῖν. ἤδη οὖν ἐγὼ ἀξιῶ, ὥσπερ κἀκεῖνον ἀνελεημόνως καὶ ἀνοικτίστως αὕτη ἀπώλεσεν, οὕτω καὶ αὐτήν ταύτην ἀπολέσθαι ὑπό τε ὑμῶν καὶ τοῦ δικαίου. </p></div></div></body></text></TEI>