ἡ οὖν παλλακὴ τοῦ Φιλόνεω ἠκολούθει τῆς θυσίας ἕνεκεν. καὶ ἐπειδὴ ἦσαν ἐν τῷ Πειραιεῖ, οἷον εἰκός, ἔθυεν. ἔθυεν Orelli: ἔθυον codd. καὶ ἐπειδὴ αὐτῷ ἐτέθυτο τὰ ἱερά, ἐντεῦθεν ἐβουλεύετο ἡ ἄνθρωπος ὅπως ἂν αὐτοῖς τὸ φάρμακον δοίη, πότερα πρὸ δείπνου ἢ ἀπὸ δείπνου. ἔδοξεν οὖν αὐτῇ βουλευομένῃ βέλτιον εἶναι μετὰ δεῖπνον δοῦναι, τῆς Κλυταιμνήστρας ταύτης τῆς Κλυταιμνήστρας ταύτης ταῖς ὑποθήκαις Gernet: alii alia. τῆς Κλ. τῆς τούτου μητρὸς ὑποθήκαις Ν: τῆς Κλ. τοῖς τούτου μητρὸς ὑποθ. Α: ταῖς Κλ. τ͂ς κτλ. Α corr. 2 [τῆς τούτου μητρὸς] ταῖς ὑποθήκαις ἅμα διακονοῦσαν.