ἠρώτα οὖν αὐτὴν εἰ ἐθελήσει διακονῆσαί οἱ, καὶ ἣ ὑπέσχετο τάχιστα, ὡς οἶμαι. μετὰ ταῦτα ἔτυχε τῷ Φιλόνεῳ ἐν Πειραιεῖ ὄντα ἱερὰ Διὶ Κτησίῳ, ὁ δὲ πατὴρ ὁ ἐμὸς εἰς Νάξον πλεῖν ἔμελλεν. κάλλιστον οὖν ἐδόκει εἶναι τῷ Φιλόνεῳ τῆς αὐτῆς ὁδοῦ ἅμα μὲν προπέμψαι εἰς τὸν Πειραιᾶ τὸν πατέρα τὸν ἐμὸν φίλον ὄντα ἑαυτῷ, ἅμα δὲ θύσαντα τὰ ἱερὰ ἑστιᾶσαι ἐκεῖνον. ἡ οὖν παλλακὴ τοῦ Φιλόνεω ἠκολούθει τῆς θυσίας ἕνεκεν. καὶ ἐπειδὴ ἦσαν ἐν τῷ Πειραιεῖ, οἷον εἰκός, ἔθυεν. ἔθυεν Orelli: ἔθυον codd. καὶ ἐπειδὴ αὐτῷ ἐτέθυτο τὰ ἱερά, ἐντεῦθεν ἐβουλεύετο ἡ ἄνθρωπος ὅπως ἂν αὐτοῖς τὸ φάρμακον δοίη, πότερα πρὸ δείπνου ἢ ἀπὸ δείπνου. ἔδοξεν οὖν αὐτῇ βουλευομένῃ βέλτιον εἶναι μετὰ δεῖπνον δοῦναι, τῆς Κλυταιμνήστρας ταύτης τῆς Κλυταιμνήστρας ταύτης ταῖς ὑποθήκαις Gernet: alii alia. τῆς Κλ. τῆς τούτου μητρὸς ὑποθήκαις Ν: τῆς Κλ. τοῖς τούτου μητρὸς ὑποθ. Α: ταῖς Κλ. τ͂ς κτλ. Α corr. 2 [τῆς τούτου μητρὸς] ταῖς ὑποθήκαις ἅμα διακονοῦσαν. καὶ τὰ μὲν ἄλλα μακρότερος ἂν εἴη λόγος περὶ τοῦ δείπνου ἐμοί τε διηγήσασθαι ὑμῖν τʼ ἀκοῦσαι· ἀλλὰ πειράσομαι τὰ λοιπὰ ὡς ἐν βραχυτάτοις ὑμῖν διηγήσασθαι, ὡς γεγένηται ἡ δόσις τοῦ φαρμάκου. ἐπειδὴ γὰρ ἐδεδειπνήκεσαν, οἷον εἰκός, ὁ μὲν θύων Διὶ Κτησίῳ κἀκεῖνον ὑποδεχόμενος, ὁ δʼ ἐκπλεῖν τε μέλλων καὶ παρʼ ἀνδρὶ ἑταίρῳ αὑτοῦ δειπνῶν, σπονδάς τʼ ἐποιοῦντο καὶ λιβανωτὸν ὑπὲρ αὑτῶν ἐπετίθεσαν. ἡ δὲ παλλακὴ τοῦ Φιλόνεω τὴν σπονδὴν ἅμα ἐγχέουσα ἐκείνοις εὐχομένοις ἃ οὐκ ἔμελλε τελεῖσθαι, ὦ ἄνδρες, ἐνέχει τὸ φάρμακον. καὶ ἅμα οἰομένη δεξιὸν ποιεῖν πλέον ἀξία] ἄξια Blass: οὐκ ἀξία Reutzel. δίδωσι τῷ Φιλόνεῳ, ἴσως ὡς , ὡς add. Pahle. εἰ δοίη πλέον, μᾶλλον φιλησομένη ὑπὸ τοῦ Φιλόνεω· οὔπω γὰρ ᾔδει ὑπὸ τῆς μητρυιᾶς τῆς ἐμῆς ἐξαπατωμένη, πρὶν ἐν τῷ κακῷ ἤδη ἦν· τῷ δὲ πατρὶ τῷ ἡμετέρῳ ἔλασσον ἐνέχει. καὶ ἐκεῖνοι ἐπειδὴ ἀπέσπεισαν, τὸν ἑαυτῶν φονέα μεταχειριζόμενοι ἐκπίνουσιν ὑστάτην πόσιν. ὁ μὲν οὖν Φιλόνεως εὐθέως παραχρῆμα ἀποθνῄσκει, ὁ δὲ πατὴρ ὁ ἡμέτερος εἰς νόσον ἐμπίπτει, ἐξ ἧς καὶ ἀπώλετο εἰκοσταῖος. ἀνθʼ ὧν ἡ μὲν διακονήσασα καὶ χειρουργήσασα καὶ χειρουργήσασα huc transposuit Blass: post ἐθυμηθεῖσα ἔχει τὰ ἐπίχειρα ὧν ἀξία habent codd. ἦν, οὐδὲν αἰτία οὖσα—τῷ γὰρ δημοκοίνῳ τροχισθεῖσα παρεδόθη—, ἡ δʼ αἰτία τε ἤδη καὶ ἐνθυμηθεῖσα ἕξει, ἐὰν ὑμεῖς τε καὶ οἱ θεοὶ θέλωσιν.