ὑπερῷόν τι ἦν τῆς ἡμετέρας οἰκίας, ὃ εἶχε Φιλόνεως ὁπότʼ ἐν ἄστει διατρίβοι, ἀνὴρ καλός τε κἀγαθὸς καὶ φίλος τῷ ἡμετέρῳ πατρί· καὶ ἦν αὐτῷ παλλακή, ἣν ὁ Φιλόνεως ἐπὶ πορνεῖον ἔμελλε καταστῆσαι. ταύτην οὖν [πυθομένη] πυθομένη secl. Dobree. Glossema esse videtur verbo αἰσθομένη quod sequitur olim adscriptum: πιστουμένη Weber. ἡ μήτηρ τοῦ ἀδελφοῦ ἐποιήσατο φίλην.