διὰ οὖν ταῦτα ἐγὼ βάσανον τοιαύτην ἠθέλησα ποιήσασθαι περὶ αὐτῶν, γράψας ἐν γραμματείῳ ἃ ἐπαιτιῶμαι τὴν γυναῖκα ταύτην. βασανιστὰς δὲ αὐτοὺς τούτους ἐκέλευον γίγνεσθαι ἐμοῦ παρόντος, ἵνα μὴ ἀναγκαζόμενοι ἃ ἐγὼ ἐπερωτῴην ἠθέλησα μὲν Bake: ἠθελήσαμεν codd. λέγοιεν—ἀλλʼ ἐξήρκει μοι τοῖς ἐν τῷ γραμματείῳ χρῆσθαι· καὶ αὐτό μοι τοῦτο τεκμήριον δίκαιον γενέσθαι, ἐπερωτῴην Jernstedt: ἐπερωτῶ μὴ codd. ὅτι ὀρθῶς καὶ δικαίως μετέρχομαι τὸν φονέα τοῦ πατρός—εἰ δὲ ἄπαρνοι γίγνοιντο ἢ λέγοιεν μὴ ὁμολογούμενα, ἡ βάσανος ἡ βάσανος add. Baiter et Sauppe: ἡ δίκη Aldina. Nonnihil ἀναγκάζοι τὰ γεγονότα κατηγορεῖν· αὕτη γὰρ καὶ τοὺς τὰ ψευδῆ παρεσκευασμένους λέγειν τἀληθῆ κατηγορεῖν ποιήσει.