<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0027.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg004.perseus-grc2" n="36"><p>οὕτω γὰρ χαλεπός ἐστιν, ὥστε οὐ περὶ τῶν παρεληλυθότων ἀδικημάτων αὐτὸν τιμωροῦνται, ἀλλʼ ὑπὲρ τῶν μελλόντων φοβοῦνται, καὶ τοῖς μὲν πεπονθόσι κακῶς ἀνέχεσθαι λυσιτελεῖ, τούτῳ δὲ οὐκ ἐξαρκεῖ, εἰ μὴ καὶ τὸ λοιπὸν ὅ τι ἂν βούληται διαπράξεται.<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">διαπράξεται</foreign> Bekker: <foreign xml:lang="grc">διαπράξηται</foreign> codd.</note> καίτοι οὐ δήπου, ὦ Ἀθηναῖοι, ὀστρακισθῆναι μὲν ἐπιτήδειός εἰμι, τεθνάναι δὲ οὐκ ἄξιος, οὐδὲ κρινόμενος μὲν ἀποφυγεῖν, ἄκριτος δὲ φεύγειν, οὐδὲ τοσαυτάκις ἀγωνιζόμενος <del>καὶ</del> νικήσας δικαίως<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἀγ. <del>καὶ</del> νικήσας δικαίως</foreign> Bekker, <foreign xml:lang="grc">ἂν</foreign> add. Baiter et Sauppe: <foreign xml:lang="grc">ἀγ. δικαίως καὶ νικήσας</foreign> codd.</note> <add>ἂν</add> πάλιν δόξαιμι διʼ ἐκεῖνα ἐκπεσεῖν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg004.perseus-grc2" n="37"><p rend="align(indent)">ἀλλὰ γὰρ ἴσως μετὰ μικρᾶς διαβολῆς ἢ φαύλων κατηγόρων ἢ διὰ τῶν ἐπιτυχόντων ἐχθρῶν ἐκινδύνευον, ἀλλʼ οὐ διὰ τῶν ἐρρωμενεστάτων καὶ λέγειν καὶ πράττειν, οἵ τινες δύο τῶν τὴν αὐτὴν αἰτίαν ἐχόντων ἐμοὶ ἀπέκτειναν. οὔκουν τοὺς τοιούτους δίκαιον ἐκβάλλειν, οὓς πολλάκις ἐλέγχοντες εὑρίσκετε μηδὲν ἀδικοῦντας, ἀλλὰ τοὺς μὴ θέλοντας ὑποσχεῖν τῇ πόλει περὶ τοῦ βίου λόγον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg004.perseus-grc2" n="38"><p>δεινὸν δέ μοι δοκεῖ εἶναι, εἰ μέν τις ἀπολογεῖσθαι ἀξιώσειεν ὑπὲρ τῶν ἀποθανόντων ὡς ἀδίκως ἀπολώλασιν, οὐκ <add>ἂν</add> ἀνασχέσθαι τῶν ἐπιχειρούντων· εἰ δέ τις τῶν ἀποφυγόντων πάλιν περὶ τῆς αὐτῆς αἰτίας κατηγορεῖ, πῶς οὐ δίκαιον περὶ τοὺς ζῶντας καὶ τοὺς τεθνηκότας τὴν αὐτὴν γνώμην<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τὴν αὐτὴν γνώμην</foreign> post <foreign xml:lang="grc">δίκαιον</foreign> habet Q.</note> ἔχειν; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg004.perseus-grc2" n="39"><p rend="align(indent)">ἔστι μὲν οὖν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">οὖν</foreign> om. Q.</note> Ἀλκιβιάδου μήτε αὐτὸν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">αὐτὸν</foreign> A: <foreign xml:lang="grc">αὐτῶν</foreign> Q.</note> τῶν νόμων καὶ τῶν ὅρκων φροντίζειν, ὑμᾶς τε παραβαίνειν ἐπιχειρεῖν διδάσκειν, καὶ τοὺς μὲν ἄλλους ἐκβάλλειν καὶ ἀποκτείνειν ἀνηλεῶς, αὐτὸν δὲ ἱκετεύειν καὶ δακρύειν οἰκτρῶς. καὶ ταῦτα μὲν οὐ θαυμάζω· πολλῶν γὰρ αὐτῷ κλαυμάτων ἄξια εἴργασται· ἐνθυμοῦμαι δὲ τίνας ποτὲ καὶ πείσει δεόμενος, πότερα τοὺς νεωτέρους, οὓς πρὸς τὸ πλῆθος διαβέβληκεν ἀσελγαίνων καὶ τὰ γυμνάσια καταλύων καὶ παρὰ τὴν ἡλικίαν πράττων, ἢ τοὺς πρεσβυτέρους, οἷς οὐδὲν ὁμοίως βεβίωκεν, ἀλλὰ τῶν ἐπιτηδευμάτων αὐτῶν καταπεφρόνηκεν; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg004.perseus-grc2" n="40"><p rend="align(indent)">οὐ μόνον δὲ αὐτῶν ἕνεκα τῶν παρανομούντων, ἵνα δίκην διδῶσιν, ἐπιμελεῖσθαι ἄξιον, ἀλλὰ καὶ τῶν ἄλλων, ὅπως τούτους ὁρῶντες δικαιότεροι καὶ σωφρονέστεροι γίγνωνται. ἐμὲ μὲν τοίνυν ἐξελάσαντες τοὺς βελτίστους περιδεεῖς καταστήσετε, τοῦτον δὲ κολάσαντες τοὺς ἀσελγεστάτους<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἀσελγεστάτους</foreign> Emperius: <foreign xml:lang="grc">ἀσελγεστέρους</foreign> codd.</note> νομιμωτέρους ποιήσετε. </p></div></div></body></text></TEI>