<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0027.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg004.perseus-grc2" n="31"><p>ὁ δὲ πάντων τῶν συμμάχων <add>ἄρχων</add><note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἄρχων</foreign> add. Meier.</note> καὶ χρήματα λαμβάνων οὐδενὸς τούτων ὑπόδικός ἐστιν, ἀλλὰ τοιαῦτα διαπεπραγμένος σίτησιν ἐν Πρυτανείῳ ἔλαβε, καὶ προσέτι πολλῇ τῇ νίκῃ χρῆται, ὥσπερ οὐ πολὺ μᾶλλον ἠτιμακὼς ἢ ἐστεφανωκὼς τὴν πόλιν. εἰ δὲ βούλεσθε σκοπεῖν, εὑρήσετε τῶν πολλάκις τούτῳ<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τῶν πολλάκις τούτῳ</foreign> Lipsius: <foreign xml:lang="grc">πολλὰ τῶν τούτω</foreign>codd.</note> πεπραγμένων ἕκαστον ὀλίγον χρόνον πράξαντάς τινας ἀναστάτους τοὺς οἴκους ποιήσαντας· οὗτος δʼ ἐπιτηδεύων ἅπαντα πολυτελέστατα διπλασίαν οὐσίαν κέκτηται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg004.perseus-grc2" n="32"><p>καίτοι ὑμεῖς γε νομίζετε τοὺς φειδομένους καὶ τοὺς ἀκριβῶς διαιτωμένους φιλοχρημάτους εἶναι, οὐκ ὀρθῶς γιγνώσκοντες· οἱ γὰρ μεγάλα δαπανώμενοι πολλῶν δεόμενοι αἰσχροκερδέστατοί εἰσιν. αἴσχιστον δὲ φανήσεσθε ποιοῦντες, εἰ τοῦτον μὲν ἀγαπᾶτε τὸν ἀπὸ τῶν ὑμετέρων<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ὑμετέρων</foreign> A: <foreign xml:lang="grc">ἡμετέρων</foreign> Q.</note> χρημάτων ταῦτα κατεργασάμενον,<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">κατεργασάμενον</foreign> A: <foreign xml:lang="grc">κατειργασμένον</foreign> Q.</note> Καλλίαν δὲ τὸν Διδυμίου, τῷ σώματι νικήσαντα πάντας τοὺς στεφανηφόρους ἀγῶνας, ἐξωστρακίσατε πρὸς τοῦτο<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τοῦτο</foreign> Stephanus: <foreign xml:lang="grc">τούτων</foreign> Reiske: <foreign xml:lang="grc">τοῦτον</foreign> codd.</note> οὐδὲν ἀποβλέψαντες, ὃς ἀπὸ τῶν ἑαυτοῦ πόνων ἐτίμησε τὴν πόλιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg004.perseus-grc2" n="33"><p rend="align(indent)">ἀναμνήσθητε δὲ καὶ τοὺς προγόνους, ὡς ἀγαθοὶ καὶ σώφρονες ἦσαν, οἵτινες ἐξωστράκισαν Κίμωνα διὰ παρανομίαν, ὅτι τῇ ἀδελφῇ τῇ ἑαυτοῦ συνῴκησε. καίτοι οὐ μόνον<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">οὐ μόνον</foreign> A: <foreign xml:lang="grc">μὴ μόνος</foreign> Q.</note> αὐτὸς Ὀλυμπιονίκης ἦν, ἀλλὰ καὶ ὁ πατὴρ αὐτοῦ Μιλτιάδης. ἀλλʼ ὅμως οὐδὲν ὑπελογίζοντο τὰς νίκας· οὐ γὰρ ἐκ τῶν ἀγώνων ἀλλʼ ἐκ τῶν ἐπιτηδευμάτων ἔκρινον<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἔκρινον</foreign> A: <foreign xml:lang="grc">ἔκριναν</foreign> Q.</note> αὐτόν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg004.perseus-grc2" n="34"><p rend="align(indent)">ἀλλὰ μὴν εἰ δεῖ κατὰ γένος σκοπεῖν, ἐμοὶ μὲν οὐδαμόθεν προσήκει τούτου τοῦ πράγματος — οὐδὲ ἔστιν οὐδεὶς ὅστις ἂν ἀποδείξειε τῶν ἡμετέρων οὐδένα τῇ συμφορᾷ ταύτῃ χρησάμενον — Ἀλκιβιάδῃ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">Ἀλκιβιάδῃ</foreign> Valckenaer: <foreign xml:lang="grc">ἀλκιβιάδης</foreign> A, <foreign xml:lang="grc">-δην</foreign> Q.</note> δὲ μάλιστα πάντων Ἀθηναίων. καὶ γὰρ ὁ τῆς μητρὸς πατὴρ Μεγακλῆς καὶ ὁ πάππος Ἀλκιβιάδης <add>δὶς</add><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">δὶς</foreign> add. Markland, coll. Lys. 14. 39.</note> ἐξωστρακίσθησαν ἀμφότεροι, ὥστʼ οὐδὲν θαυμαστὸν οὐδʼ ἄτοπον πείσεται τῶν αὐτῶν τοῖς προγόνοις ἀξιούμενος. καὶ μὴν οὐδʼ ἂν αὐτὸς ἐπιχειρήσειεν ἀντειπεῖν, ὡς οὐ τῶν ἄλλων ἐκεῖνοι παρανομώτατοι ὄντες τούτου σωφρονέστεροι καὶ δικαιότεροι<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">καὶ δικαιότεροι</foreign> om. Q.</note> ἦσαν, ἐπεὶ τῶν γε τούτῳ πεπραγμένων οὐδʼ ἂν εἷς ἀξίως κατηγορῆσαι δύναιτο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg004.perseus-grc2" n="35"><p rend="align(indent)">νομίζω δὲ καὶ τὸν θέντα τὸν νόμον ταύτην τὴν διάνοιαν ἔχειν· ἀποβλέψαντα τῶν πολιτῶν πρὸς τοὺς κρείττους τῶν ἀρχόντων καὶ τῶν νόμων, ἐπειδὴ παρὰ τῶν τοιούτων οὐκ ἔστιν ἰδίᾳ δίκην λαβεῖν, δημοσίαν τιμωρίαν ὑπὲρ τῶν ἀδικουμένων κατασκευάσαι. ἐγὼ <add>μὲν</add><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">μὲν</foreign> ci. Bekker.</note> τοίνυν ἔν τε τῷ κοινῷ κέκριμαι τετράκις, ἰδίᾳ τε οὐδένα διεκώλυσα δικάζεσθαι βουλόμενον· Ἀλκιβιάδης δὲ τοιαῦτα ἐργασάμενος<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἐργασάμενος</foreign> A: <foreign xml:lang="grc">εἰργασμένος</foreign> Q.</note> οὐδεμίαν πώποτε δίκην ὑποσχεῖν ἐτόλμησεν. </p></div></div></body></text></TEI>