<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0027.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg004.perseus-grc2" n="21"><p>ἀλλὰ τῶν κριτῶν οἱ μὲν φοβούμενοι οἱ δὲ χαριζόμενοι νικᾶν ἔκριναν αὐτόν, περὶ ἐλάττονος ποιούμενοι τὸν ὅρκον ἢ τοῦτον. εἰκότως δέ μοι δοκοῦσιν οἱ κριταὶ ὑπέρχεσθαι Ἀλκιβιάδην, ὁρῶντες Ταυρέαν μὲν τοσαῦτα<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">μὲν τοσαῦτα</foreign> Q: <foreign xml:lang="grc">τοσαῦτα μὲν</foreign> A.</note> χρήματα ἀναλώσαντα προπηλακιζόμενον, τὸν δὲ τοιαῦτα παρανομοῦντα μέγιστον δυνάμενον. αἴτιοι δʼ ὑμεῖς,<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ὑμεῖς</foreign> A: <foreign xml:lang="grc">ἡμεῖς</foreign> Q.</note> οὐ τιμωρούμενοι τοὺς ὑβρίζοντας, καὶ τοὺς μὲν λάθρᾳ ἀδικοῦντας κολάζοντες, τοὺς δὲ φανερῶς ἀσελγαίνοντας θαυμάζοντες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg004.perseus-grc2" n="22"><p>τοιγάρτοι τῶν νέων αἱ διατριβαὶ οὐκ ἐν τοῖς γυμνασίοις, ἀλλʼ ἐν τοῖς δικαστηρίοις εἰσί, καὶ στρατεύονται μὲν οἱ πρεσβύτεροι, δημηγοροῦσι δὲ οἱ νεώτεροι, παραδείγματι τούτῳ χρώμενοι, ὃς τηλικαύτας ποιεῖται τῶν ἁμαρτημάτων ὑπερβολάς, ὥστε περὶ τῶν Μηλίων γνώμην ἀποφηνάμενος ἐξανδραποδίζεσθαι, πριάμενος γυναῖκα τῶν αἰχμαλώτων υἱὸν ἐξ αὐτῆς πεποίηται, ὃς τοσούτῳ παρανομωτέρως<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">παρανομωτέρως</foreign> Reiske: <foreign xml:lang="grc">παρανομώτατος</foreign> A : <foreign xml:lang="grc">-ώτερος</foreign> Q.</note> Αἰγίσθου γέγονεν, ὥστʼ ἐκ τῶν ἐχθίστων ἀλλήλοις πέφυκε, καὶ τῶν οἰκειοτάτων ὑπάρχει αὐτῷ τὰ ἔσχατα τοὺς μὲν πεποιηκέναι τοὺς δὲ πεπονθέναι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg004.perseus-grc2" n="23"><p>ἄξιον δὲ τὴν τόλμαν αὐτοῦ σαφέστερον ἔτι διελθεῖν. ἐκ ταύτης γὰρ<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">γὰρ</foreign> A: <foreign xml:lang="grc">δὲ</foreign> Q.</note> παιδοποιεῖται τῆς γυναικός, ἣν ἀντʼ ἐλευθέρας δούλην κατέστησε, καὶ ἧς τὸν πατέρα καὶ τοὺς προσήκοντας ἀπέκτεινε, καὶ <del>ἧς</del><note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἧς</foreign> om. A pr.</note> τὴν πόλιν ἀνάστατον πεποίηκεν, ὡς ἂν μάλιστα τὸν υἱὸν ἐχθρὸν ἑαυτῷ καὶ τῇ πόλει ποιήσειε· τοσαύταις ἀνάγκαις κατείληπται μισεῖν. ἀλλʼ ὑμεῖς ἐν μὲν ταῖς τραγῳδίαις τοιαῦτα θεωροῦντες δεινὰ νομίζετε, γιγνόμενα δʼ ἐν τῇ πόλει ὁρῶντες οὐδὲν φροντίζετε. καίτοι ἐκεῖνα μὲν οὐκ ἐπίστασθε πότερον οὕτω γεγένηται ἢ πέπλασται ὑπὸ τῶν ποιητῶν· ταῦτα δὲ σαφῶς εἰδότες οὕτω παρανόμως πεπραγμένα<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">παρανόμως πεπραγμένα</foreign> Q: pepr. <foreign xml:lang="grc">παρανόμως</foreign> A.</note> ῥᾳθύμως φέρετε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg004.perseus-grc2" n="24"><p rend="align(indent)">πρὸς δὲ τούτοις τολμῶσί τινες περὶ αὐτοῦ λέγειν ὡς οὐδὲ γεγένηται οὐδεὶς πώποτε τοιοῦτος. ἐγὼ δὲ νομίζω μέγιστα κακὰ τὴν πόλιν ὑπὸ τούτου πείσεσθαι, καὶ τηλικούτων πραγμάτων εἰς τὸν λοιπὸν χρόνον αἴτιον δόξειν, ὥστε μηδένα τῶν προτέρων ἀδικημάτων μεμνῆσθαι· ἀνέλπιστον γὰρ οὐδέν, τὸν τὴν ἀρχὴν τοῦ βίου τοιαύτην κατασκευασάμενον καὶ τὴν τελευτὴν ὑπερβάλλουσαν ποιήσασθαι. ἔστι δὲ σωφρόνων ἀνδρῶν φυλάττεσθαι τῶν πολιτῶν τοὺς ὑπεραυξανομένους, ἐνθυμουμένους ὑπὸ τῶν τοιούτων τὰς τυραννίδας καθισταμένας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg004.perseus-grc2" n="25"><p rend="align(indent)">ἡγοῦμαι δʼ αὐτὸν πρὸς ταῦτα<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ταῦτα</foreign> Meier: <foreign xml:lang="grc">τοῦτο</foreign> codd.</note> μὲν οὐδὲν ἀντερεῖν, λέξειν δὲ περὶ τῆς νίκης τῆς Ὀλυμπιάσι, καὶ περὶ πάντων μᾶλλον ἢ τῶν κατηγορηθέντων ἀπολογήσεσθαι.<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἀπολογήσεσθαι</foreign> Ald.: <foreign xml:lang="grc">ἀπολογήσασθαι</foreign> codd.</note> ἐξ αὐτῶν δὲ τούτων ἐπιδείξω αὐτὸν ἐπιτηδειότερον τεθνάναι μᾶλλον ἢ σῴζεσθαι. διηγήσομαι δʼ ὑμῖν. </p></div></div></body></text></TEI>