ὃ δὲ πάντων δεινότατόν ἐστι, τοιοῦτος ὢν ὡς εὔνους τῷ δήμῳ τοὺς λόγους ποιεῖται, καὶ τοὺς καὶ τοὺς Dobree: αὐτὸς codd. ἄλλους ὀλιγαρχικοὺς καὶ μισοδήμους ἀποκαλεῖ. καὶ ὃν ἔδει ἔδει Dobree: δεῖ codd. τεθνάναι διὰ τὰ ἐπιτηδεύματα, κατήγορος τῶν διαβεβλημένων ὑφʼ ὑμῶν ὑμῶν Emperius: ἡμῶν codd. αἱρεῖται, καί φησι φύλαξ εἶναι τῆς πολιτείας, οὐδενὶ τῶν ἄλλων Ἀθηναίων οὔτʼ ὅσον ὀλίγῳ πλέον ἀξιῶν ἔχειν· ἀλλʼ οὕτω σφόδρα καταπεφρόνηκεν ὥστε διατετέλεκεν ἁθρόους μὲν ὑμᾶς κολακεύων, ἕνα δʼ ἕκαστον προπηλακίζων. ὃς εἰς τοσοῦτον ἐλήλυθε τόλμης, ὥστε πείσας Ἀγάθαρχον τὸν γραφέα τὸν γραφέα om. Q. συνεισελθεῖν οἴκαδε οἴκαδε del. Hirschig. τὴν οἰκίαν ἐπηνάγκασε γράφειν, δεομένου δὲ καὶ προφάσεις ἀληθεῖς λέγοντος, ὡς οὐκ ἂν δύναιτο ταῦτα πράττειν ἤδη διὰ τὸ συγγραφὰς ἔχειν παρʼ ἑτέρων, προεῖπεν αὐτῷ δήσειν, εἰ μὴ πάνυ ταχέως γράφοι. ὅπερ ἐποίησε· καὶ οὐ πρότερον ἀπηλλάγη, πρὶν ἀποδρὰς ᾤχετο τετάρτῳ μηνί, τοὺς φύλακας λαθών, ὥσπερ παρὰ βασιλέως. οὕτω δʼ ἀναίσχυντός ἐστιν, ὥστε προσελθὼν προσελθὼν A: προελθὼν Q. ἐνεκάλει αὐτῷ ὡς ἀδικούμενος, καὶ οὐχ ὧν ἐβιάσατο μετέμελεν αὐτῷ, ἀλλʼ ὅτι κατέλιπε τὸ ἔργον ἠπείλει, καὶ οὔτε τῆς δημοκρατίας οὔτε τῆς ἐλευθερίας οὐδὲν ἦν ὄφελος· οὐδὲν γὰρ ἧττον ἐδεδέκει ἐδεδέκει Emperius: ἐδεδοίκει codd. τῶν ὁμολογουμένων δούλων. ἀγανακτῶ δʼ ἐνθυμούμενος ὑμῖν μὲν ὑμῖν μὲν οὐδὲ A corr.: ὑμῖν οὐδὲ A pr. Q. οὐδὲ τοὺς κακούργους ἀσφαλὲς εἰς τὸ δεσμωτήριον ὂν ἀπάγειν, διὰ τὸ χιλίας δραχμὰς τετάχθαι ἀποτεῖσαι ὃς ἂν τὸ πέμπτον μέρος μὴ μεταλάβῃ τῶν ψήφων· ὁ δὲ τοσοῦτον χρόνον εἵρξας καὶ ἐπαναγκάζων γράφειν οὐδὲν κακὸν πέπονθεν, ἀλλὰ διὰ ταῦτα σεμνότερος δοκεῖ καὶ φοβερώτερος εἶναι. καὶ πρὸς μὲν τὰς ἄλλας πόλεις ἐν τοῖς συμβόλοις συντιθέμεθα μὴ ἐξεῖναι μήθʼ εἷρξαι μήτε δῆσαι τὸν ἐλεύθερον· ἐὰν δέ τις παραβῇ, μεγάλην ζημίαν ἐπὶ τούτοις, ἔθεμεν· τούτου δὲ τοιαῦτα πράξαντος οὐδεμίαν οὐδεὶς οὔτʼ ἰδίαν οὔτε δημοσίαν τιμωρίαν ποιεῖται. νομίζω δὲ ταύτην εἶναι σωτηρίαν ἅπασι, πείθεσθαι τοῖς ἄρχουσι καὶ τοῖς νόμοις· ὅστις δὲ ὑπερορᾷ ταῦτα, τὴν μεγίστην φυλακὴν ἀνῄρηκε τῆς πόλεως. δεινὸν μὲν οὖν ἐστι καὶ ὑπὸ τῶν ἀγνοούντων τὰ δίκαια πάσχειν κακῶς, πολὺ δὲ χαλεπώτερον, ὅταν τις ἐπιστάμενος τὰ διαφέροντα παραβαίνειν τολμᾷ· φανερῶς φανερῶς Q: φανερὸς A : γὰρ ἐνδείκνυται, ὥσπερ οὗτος, οὐκ αὐτὸς τοῖς νόμοις τοῖς τῆς τοῖς τῆς πόλεως Q: τοῖς πόλεως A. πόλεως, ἀλλʼ ὑμᾶς τοῖς αὑτοῦ αὑτοῦ Baiter et Sauppe: αὐτοῦ codd. τρόποις ἀκολουθεῖν ἀξιῶν. ἐνθυμήθητε δὲ Ταυρέαν, ὃς ἀντιχορηγὸς ἦν Ἀλκιβιάδῃ Ἀλκιβιάδῃ A: Ἀλκιβιάδου Q. παισί. κελεύοντος δὲ τοῦ νόμου τῶν χορευτῶν ἐξάγειν ὃν ἄν τις βούληται ξένον ἀγωνιζόμενον, οὐκ ἐξὸν ἐπιχειρήσαντα κωλύειν, ἐναντίον ὑμῶν καὶ τῶν ἄλλων Ἑλλήνων τῶν θεωρούντων καὶ τῶν ἀρχόντων ἁπάντων παρόντων τῶν τῶν add. Blass. Idem tamen παρόντων secludit. ἐν τῇ πόλει τύπτων ἐξήλασεν αὐτόν, καὶ τῶν θεατῶν συμφιλονικούντων ἐκείνῳ καὶ μισούντων τοῦτον, ὥστε τῶν χορῶν τὸν μὲν ἐπαινούντων, τοῦ δʼ ἀκροάσασθαι οὐκ ἐθελόντων, οὐδὲν πλέον ἔπραξεν·