οὐκ ἐν τῷ παρόντι μόνον γιγνώσκω τῶν πολιτικῶν πραγμάτων ὡς σφαλερόν ἐστιν ἅπτεσθαι, ἀλλὰ καὶ πρότερον χαλεπὸν ἡγούμην, πρὶν τῶν κοινῶν ἐπιμελεῖσθαί τινος. πολίτου δὲ ἀγαθοῦ νομίζω νομίζω om. Q. προκινδυνεύειν ἐθέλειν τοῦ πλήθους, καὶ μὴ καταδείσαντα τὰς ἔχθρας τὰς ἰδίας ὑπὲρ τῶν δημοσίων ἔχειν ἡσυχίαν· διὰ μὲν γὰρ τοὺς τῶν ἰδίων ἐπιμελουμένους οὐδὲν αἱ πόλεις μείζους καθίστανται, διὰ δὲ τοὺς τῶν κοινῶν μεγάλαι καὶ ἐλεύθεραι γίγνονται. ὧν τῶν ἀγαθῶν τῶν ἀγαθῶν del. Valckenaer. εἷς ἐγὼ βουληθεὶς ἐξετάζεσθαι μεγίστοις περιπέπτωκα περιπέπτωκα A: περιπίπτω Q. κινδύνοις, προθύμων μὲν καὶ ἀγαθῶν ἀνδρῶν ὑμῶν τυγχάνων, διʼ ὅπερ σῴζομαι, πλείστοις δὲ καὶ δεινοτάτοις ἐχθροῖς χρώμενος, ὑφʼ ὧν διαβάλλομαι. ὁ μὲν οὖν ἀγὼν ὁ παρὼν οὐ στεφανηφόρος, ἀλλʼ εἰ χρὴ μηδὲν ἀδικήσαντα τὴν πόλιν δέκα ἔτη φεύγειν· οἱ δʼ ἀνταγωνιζόμενοι περὶ τῶν ἄθλων τούτων ἐσμὲν ἐγὼ καὶ Ἀλκιβιάδης καὶ Νικίας, ὧν ἀναγκαῖον ἕνα τῇ συμφορᾷ περιπεσεῖν. ἄξιον δὲ μέμψασθαι τὸν θέντα τὸν νόμον, ὃς ἐναντία τῷ ὅρκῳ τοῦ δήμου καὶ τῆς βουλῆς ἐνομοθέτησεν· ἐκεῖ μὲν γὰρ ὄμνυτε μηδένα μήτε ἐξελᾶν μήτε δήσειν μήτε ἀποκτενεῖν ἀποκτενεῖν Stephanus: ἀποκτείνειν codd. ἄκριτον, ἐν δὲ τῷδε τῷ καιρῷ οὔτε κατηγορίας γενομένης οὔτε ἀπολογίας ἀποδοθείσης οὔτε οὔτε del. Schleiermacher. διαψηφισαμένων κρύβδην τὸν ὀστρακισθέντα τοσοῦτον χρόνον δεῖ στερηθῆναι τῆς πόλεως. εἶτα ἐν τοῖς τοιούτοις οἱ τοὺς ἑταίρους καὶ συνωμότας κεκτημένοι πλέον φέρονται τῶν ἄλλων· οὐ γὰρ ὥσπερ ἐν τοῖς δικαστηρίοις οἱ λαχόντες κρίνουσιν, ἀλλὰ τούτου τοῦ πράγματος ἅπασιν Ἀθηναίοις μέτεστι. πρὸς δὲ τούτοις τῷ μὲν ἐλλείπειν τῷ δʼ ὑπερβάλλειν ὁ νόμος μοι μοι om. Q. δοκεῖ· τῶν μὲν γὰρ ἰδίων ἀδικημάτων μεγάλην τιμωρίαν ταύτην νομίζω, τῶν δὲ δημοσίων μικρὰν καὶ οὐδενὸς ἀξίαν ἡγοῦμαι ζημίαν, ζημίαν ἡγοῦμαι Q. ἐξὸν κολάζειν χρήμασι καὶ δεσμῷ καὶ θανάτῳ. ἔτι δʼ εἴ τις διὰ τοῦτο μεθίσταται ὅτι πονηρὸς πονηρὸς add. Emperius: πολίτης codd. κακὸς addebat Reiske. πολίτης ἐστίν, οὗτος οὐδʼ ἀπελθὼν ἐνθένδε ἐνθένδε A corr.: ἐνθάδε A et Q. παύσεται, ἀλλʼ ὅπου ἂν οἰκῇ, ταύτην τὴν πόλιν διαφθερεῖ, διαφθερεῖ Ald.: διαφθείρη A, διαφθείρει Q. καὶ τῇδε οὐδὲν ἧττον ἐπιβουλεύσει, ἀλλὰ καὶ μᾶλλον καὶ καὶ add. Reiske. δικαιότερον ἢ πρὶν ἐκβληθῆναι. οἶμαι δὲ καὶ τοὺς φίλους ὑμῶν ὑμῶν Stephanus: ἡμῶν codd. ἐν ταύτῃ μάλιστα τῇ ἡμέρᾳ λυπεῖσθαι καὶ τοὺς ἐχθροὺς ἥδεσθαι, συνειδότας ὡς ἂν ἀγνοήσαντες ἐξελάσητε τὸν βέλτιστον, δέκα ἐτῶν ἡ πόλις οὐδὲν ἀγαθὸν ὑπὸ ὑπὸ Bekker: ἀπὸ codd. τούτου τοῦ ἀνδρὸς πείσεται.