ναῦς δὲ πλείους ἢ τριακοσίας τριακοσίας cum Aeschine Markland (cf. Thucyd. ii. 13.8): τετρακοσίας codd. ἐκτησάμεθα, καὶ φόρος προσῄει κατʼ ἐνιαυτὸν πλέον ἢ διακόσια καὶ χίλια τάλαντα, καὶ Χερρόνησόν τε εἴχομεν καὶ Νάξον καὶ Εὐβοίας πλέον ἢ τὰ δύο μέρη· τάς τε ἄλλας ἀποικίας καθʼ ἕκαστον διηγεῖσθαι μακρὸς ἂν εἴη λόγος. ταῦτα δʼ ἔχοντες τὰ ἀγαθὰ πάλιν κατέστημεν εἰς πόλεμον πρὸς Λακεδαιμονίους, πεισθέντες καὶ τότε ὑπʼ Ἀργείων.