<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="6"><p rend="align(indent)">μετὰ δὲ ταῦτα διʼ Αἰγινήτας εἰς πόλεμον κατέστημεν, καὶ πολλὰ κακὰ παθόντες πολλὰ δὲ ποιήσαντες ἐπεθυμήσαμεν πάλιν τῆς εἰρήνης, καὶ ᾑρέθησαν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ᾑρέθησαν</foreign> Q: <foreign xml:lang="grc">εὑρέθησαν</foreign> A.</note> δέκα ἄνδρες ἐξ Ἀθηναίων ἁπάντων πρέσβεις εἰς Λακεδαίμονα περὶ εἰρήνης αὐτοκράτορες, ὧν ἦν καὶ Ἀνδοκίδης ὁ πάππος ὁ ἡμέτερος. οὗτοι ἡμῖν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἡμῖν</foreign> Q: <foreign xml:lang="grc">ὑμῖν</foreign> A.</note> εἰρήνην ἐποίησαν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἐποίησαν</foreign> Bekker: <foreign xml:lang="grc">ἐποιήσαντο</foreign> codd.</note> πρὸς Λακεδαιμονίους ἔτη τριάκοντα. καὶ ἐν τοσούτῳ χρόνῳ ἔστιν ὅπου, ὦ Ἀθηναῖοι, ὁ δῆμος κατελύθη; τί δέ; πράττοντές τινες δήμου κατάλυσιν ἐλήφθησαν; οὐκ ἔστιν ὅστις ἀποδείξει. ἀλλʼ αὐτὸ τὸ ἐναντιώτατον· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="7"><p>αὕτη γὰρ ἡ εἰρήνη τὸν δῆμον τὸν Ἀθηναίων<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">τὸν Ἀθ.</foreign> Bekker: <foreign xml:lang="grc">τῶν Ἀθ.</foreign> codd.</note> ὑψηλὸν ἦρε καὶ κατέστησεν ἰσχυρὸν οὕτως ὥστε πρῶτον μὲν ἐν τούτοις τοῖς ἔτεσιν εἰρήνην λαβόντες<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">λαβόντες] ἄγοντε</foreign>ς Reiske.</note> ἀνηνέγκαμεν χίλια τάλαντα εἰς τὴν ἀκρόπολιν, καὶ νόμῳ κατεκλῄσαμεν ἐξαίρετα εἶναι τῷ δήμω, τοῦτο δὲ τριήρεις ἄλλας ἑκατὸν ἐναυπηγησάμεθα, καὶ ταύτας ἐξαιρέτους ἐψηφισάμεθα εἶναι, νεωσοίκους τε ᾠκοδομησάμεθα, χιλίους τε καὶ διακοσίους ἱππέας καὶ τοξότας τοσούτους ἑτέρους κατεστήσαμεν, καὶ τὸ τεῖχος τὸ μακρὸν τὸ νότιον ἐτειχίσθη. ταῦτα ἐκ τῆς<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἐκ ταύτης τῆς</foreign> QL.</note> εἰρήνης τῆς πρὸς Λακεδαιμονίους ἀγαθὰ τῇ πόλει καὶ δύναμις τῷ δήμῳ τῷ<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τῷ</foreign> Spengel: <foreign xml:lang="grc">τῶν</foreign> codd.</note> Ἀθηναίων ἐγένετο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="8"><p rend="align(indent)">πάλιν δὲ διὰ Μεγαρέας πολεμήσαντες καὶ τὴν χώραν τμηθῆναι προέμενοι, πολλῶν ἀγαθῶν στερηθέντες αὖθις τὴν εἰρήνην ἐποιησάμεθα, ἣν ἡμῖν Νικίας ὁ Νικηράτου κατηργάσατο. οἶμαι δʼ ὑμᾶς ἅπαντας εἰδέναι τοῦτο, ὅτι διὰ ταύτην τὴν εἰρήνην ἑπτακισχίλια μὲν τάλαντα νομίσματος εἰς τὴν ἀκρόπολιν ἀνηνέγκαμεν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="9"><p>ναῦς δὲ πλείους ἢ τριακοσίας<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τριακοσίας</foreign> cum Aeschine Markland (cf. Thucyd. ii. 13.8): <foreign xml:lang="grc">τετρακοσίας</foreign> codd.</note> ἐκτησάμεθα, καὶ φόρος προσῄει κατʼ ἐνιαυτὸν πλέον ἢ διακόσια καὶ χίλια τάλαντα, καὶ Χερρόνησόν τε εἴχομεν καὶ Νάξον καὶ Εὐβοίας πλέον ἢ τὰ δύο μέρη· τάς τε ἄλλας ἀποικίας καθʼ ἕκαστον διηγεῖσθαι μακρὸς ἂν εἴη λόγος. ταῦτα δʼ ἔχοντες τὰ ἀγαθὰ πάλιν κατέστημεν εἰς πόλεμον πρὸς Λακεδαιμονίους, πεισθέντες καὶ τότε ὑπʼ Ἀργείων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="10"><p rend="align(indent)">πρῶτον μὲν οὖν, ὦ Ἀθηναῖοι, τούτου ἀναμνήσθητε, τί ὑμῖν ἐξ ἀρχῆς ὑπεθέμην τῷ λόγῳ. ἄλλο τι ἢ τοῦτο, ὅτι διὰ τὴν εἰρήνην οὐδεπώποτε ὁ δῆμος ὁ <del>τῶν</del><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τῶν</foreign> del. Spengel.</note> Ἀθηναίων κατελύθη; οὐκοῦν ἀποδέδεικται. καὶ οὐδεὶς ἐξελέγξει<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἐξελέγξει</foreign> Taylor: <foreign xml:lang="grc">ἐξελέγχει</foreign> codd.</note> με ὡς οὐκ ἔστι ταῦτα ἀληθῆ. ἤδη δέ τινων ἤκουσα λεγόντων ὡς ἐκ τῆς τελευταίας εἰρήνης τῆς πρὸς Λακεδαιμονίους οἵ τε τριάκοντα κατέστησαν πολλοί τε Ἀθηναίων κώνειον πιόντες ἀπέθανον, οἱ δὲ φεύγοντες ᾤχοντο. </p></div></div></body></text></TEI>