καὶ τότε ἡμῖν εἰρήνη ἐγένετο πρὸς Λακεδαιμονίους ἔτη πεντήκοντα, πεντήκοντα cum Aeschine Meursius: πέντε codd., quod retinet Dobree, verbis καὶ ἐνεμείναμεν . . . τριακαίδεκα ποστ ἔτη τριάκοντα sec. 6 collocatis. καὶ ἐνεμείναμεν ἀμφότεροι ταύταις ταῖς σπονδαῖς ἔτη τριακαίδεκα. ἓν δὴ τοῦτο, ὦ Ἀθηναῖοι, πρῶτον σκεψώμεθα. ἐν ταύτῃ τῇ εἰρήνῃ ὁ δῆμος ὁ τῶν τῶν del. Spengel. Ἀθηναίων ἔσθʼ ὅπου κατελύθη; οὐδεὶς ἀποδείξει. ἀγαθὰ δὲ ὅσα ἐγένετο διὰ ταύτην τὴν εἰρήνην, ἐγὼ ὑμῖν ἐγὼ ὑμῖν edd.: ἐγὼ ἡμῖν A: ἡμῖν ἐγὼ Q. φράσω.