τὸν λόγον οὖν τοῦτον οὐκ ἐπαινῶ. φημὶ γάρ, ὦ Ἀθηναῖοι, πολέμου μὲν ὄντος ἄνδρα στρατηγὸν τῇ πόλει τε εὔνουν εἰδότα τε ὅ τι πράττῃ, πράττῃ Ψδέν : πράττοι codd. λανθάνοντα δεῖν τοὺς πολλοὺς τῶν ἀνθρώπων καὶ ἐξαπατῶντα ἄγειν ἐπὶ ἐπὶ A: παρὰ Q. τοὺς κινδύνους, εἰρήνης δὲ πέρι πρεσβεύοντας πρεσβεύοντας A: πρεσβεύοντα Q. κοινῆς τοῖς Ἕλλησιν, ἐφʼ οἷς ὅρκοι τε ὀμοσθήσονται στῆλαί τε σταθήσονται γεγραμμέναι, ταῦτα δὲ οὔτε λαθεῖν οὔτε ἐξαπατῆσαι δεῖν, ἀλλὰ πολὺ μᾶλλον ἐπαινεῖν ἢ ψέγειν, εἰ πεμφθέντες αὐτοκράτορες ἔτι ἔτι Reiske: τι codd. ἀποδώσομεν ὑμῖν ὑμῖν apogr.: ἡμῖν AQ. περὶ αὐτῶν περὶ αὐτῶν A: περὶ τῶν αὐτῶν Q. σκέψασθαι. βουλεύσασθαι μὲν οὖν ἀσφαλῶς ἀσφαλῶς om. Q. χρὴ κατὰ δύναμιν, οἷς δʼ ἂν ὀμόσωμεν καὶ συνθώμεθα, τούτοις ἐμμένειν.