νῦν οὖν τοῦτο ὑπόλοιπόν ἐστιν ἡμῖν, ᾑμῖν om. Q. πόλεμον μὲν μὲν om. Q. ἑλέσθαι καὶ νῦν ἀντʼ εἰρήνης, τὴν δὲ συμμαχίαν τὴν Ἀργείων ἀντὶ τῆς Βοιωτῶν, Κορινθίων δὲ τοὺς νῦν ἔχοντας τὴν πόλιν ἀντὶ Λακεδαιμονίων. μὴ δῆτα, ὦ Ἀθηναῖοι, μηδεὶς ἡμᾶς ταῦτα πείσῃ πείσῃ A: πείσει Q. · τὰ γὰρ παραδείγματα τὰ γεγενημένα τῶν ἁμαρτημάτων ἱκανὰ τοῖς σώφροσι τῶν ἀνθρώπων ὥστε μηκέτι ἁμαρτάνειν.