ναί, φασί τινες, ἂν Κόρινθόν τε φυλάττωμεν καὶ συμμάχους ἔχωμεν Ἀργείους. ἰόντων ιόντων Ald.: ὄντων codd. δὲ Λακεδαιμονίων εἰς Ἄργος πότερον βοηθήσομεν βοηθήσομεν A: βοηθήσωμεν Q. αὐτοῖς ἢ οὔ; πολλὴ γὰρ ἀνάγκη ὁπότερον τούτων ἑλέσθαι. μὴ βοηθούντων μὲν οὖν ἡμῶν οὐδὲ λόγος ὑπολείπεται μὴ οὐκ ἀδικεῖν καὶ ποιεῖν Ἀργείους ἀδικεῖν καὶ ποιεῖν Ἀργείους Sluiter: ἀδικεῖν ἀργείους καὶ ποιεῖν AQ. ὁποῖον ἄν τι βούλωνται δικαίως· βοηθούντων δὲ ἡμῶν εἰς Ἄργος οὐχ ἕτοιμον μάχεσθαι Λακεδαιμονίοις; ἵνα ἡμῖν τί γένηται; ἵνα ἡττώμενοι μὲν καὶ τὴν οἰκείαν χώραν ἀπολέσωμεν πρὸς τῇ Κορινθίων, νικήσαντες δὲ τὴν Κορινθίων Ἀργείων ποιήσωμεν. ποιήσωμεν apographa: ποιήσομεν AQ. οὐχ ἕνεκα τούτων πολεμήσομεν; πολεμήσομεν Ald.: πολεμήσωμεν AQ.