<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="26"><p>ναί, φασί τινες, ἂν Κόρινθόν τε φυλάττωμεν καὶ συμμάχους ἔχωμεν Ἀργείους. ἰόντων<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ιόντων</foreign> Ald.: <foreign xml:lang="grc">ὄντων</foreign> codd.</note> δὲ Λακεδαιμονίων εἰς Ἄργος πότερον βοηθήσομεν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">βοηθήσομεν</foreign> A: <foreign xml:lang="grc">βοηθήσωμεν</foreign> Q.</note> αὐτοῖς ἢ οὔ; πολλὴ γὰρ ἀνάγκη ὁπότερον τούτων ἑλέσθαι. μὴ βοηθούντων μὲν οὖν ἡμῶν οὐδὲ λόγος ὑπολείπεται μὴ οὐκ ἀδικεῖν καὶ ποιεῖν Ἀργείους<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἀδικεῖν καὶ ποιεῖν Ἀργείους</foreign> Sluiter: <foreign xml:lang="grc">ἀδικεῖν ἀργείους καὶ ποιεῖν</foreign> AQ.</note> ὁποῖον ἄν τι βούλωνται δικαίως· βοηθούντων δὲ ἡμῶν εἰς Ἄργος οὐχ ἕτοιμον μάχεσθαι Λακεδαιμονίοις; ἵνα ἡμῖν τί γένηται; ἵνα ἡττώμενοι μὲν καὶ τὴν οἰκείαν χώραν ἀπολέσωμεν πρὸς τῇ Κορινθίων, νικήσαντες δὲ τὴν Κορινθίων Ἀργείων ποιήσωμεν.<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ποιήσωμεν</foreign> apographa: <foreign xml:lang="grc">ποιήσομεν</foreign> AQ.</note> οὐχ ἕνεκα τούτων πολεμήσομεν;<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">πολεμήσομεν</foreign> Ald.: <foreign xml:lang="grc">πολεμήσωμεν</foreign> AQ.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="27"><p rend="align(indent)">σκεψώμεθα δὴ καὶ τοὺς Ἀργείων λόγους. κελεύουσι γὰρ ἡμᾶς κοινῇ μετὰ σφῶν καὶ μετὰ Κορινθίων πολεμεῖν, αὐτοὶ δʼ ἰδίᾳ εἰρήνην ποιησάμενοι τὴν χώραν οὐ παρέχουσιν ἐμπολεμεῖν. καὶ μετὰ μὲν πάντων τῶν συμμάχων τὴν εἰρήνην ποιουμένους<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ποιουμένους</foreign> Reiske: <foreign xml:lang="grc">ποιουμένοις</foreign> codd.</note> οὐκ ἐῶσιν ἡμᾶς οὐδὲν πιστεύειν Λακεδαιμονίοις· ἃ δὲ πρὸς τούτους μόνους ἐκεῖνοι συνέθεντο, ταῦτα δʼ<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ταῦτα δʼ</foreign> QL: <foreign xml:lang="grc">ταῦτʼ</foreign> A.</note> οὐδεπώποτʼ αὐτούς φασι παραβῆναι. πατρίαν τε εἰρήνην ὀνομάζοντες ᾗ χρῶνται, τοῖς <del>δὲ</del><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign> del. Reiske.</note> ἄλλοις Ἕλλησιν οὐκ ἐῶσι πατρίαν γενέσθαι τὴν εἰρήνην· ἐκ γὰρ τοῦ πολέμου χρονισθέντος Κόρινθον ἑλεῖν προσδοκῶσι, κρατήσαντες δὲ τούτων ὑφʼ ὧν ἀεὶ κρατοῦνται, καὶ τοὺς συννικῶντας ἐλπίζουσι παραστήσεσθαι.<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">παραστήσεοθαι</foreign> Reiske: <foreign xml:lang="grc">ἀποστήσεσθαι</foreign> codd.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="28"><p rend="align(indent)">τοιούτων δʼ ἐλπίδων μετασχόντας ἡμᾶς δεῖ δυοῖν θάτερον ἑλέσθαι, ἢ πολεμεῖν μετὰ Ἀργείων Λακεδαιμονίοις, ἢ μετὰ Βοιωτῶν κοινῇ τὴν εἰρήνην ποιεῖσθαι. ἐγὼ μὲν οὖν ἐκεῖνο δέδοικα μάλιστα,<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">μάλιστα</foreign> om. Q.</note> ὦ Ἀθηναῖοι, τὸ εἰθισμένον κακόν, ὅτι τοὺς κρείττους φίλους ἀφιέντες ἀεὶ τοὺς ἥττους αἱρούμεθα, καὶ πόλεμον ποιούμεθα διʼ ἑτέρους, ἐξὸν διʼ ἡμᾶς αὐτοὺς εἰρήνην ἄγειν· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="29"><p>οἵτινες πρῶτον μὲν βασιλεῖ τῷ μεγάλῳ — χρὴ γὰρ ἀναμνησθέντας τὰ γεγενημένα καλῶς βουλεύσασθαι — σπονδὰς ποιησάμενοι καὶ συνθέμενοι φιλίαν εἰς τὸν ἅπαντα χρόνον, ἃ ἡμῖν ἐπρέσβευσεν Ἐπίλυκος Τεισάνδρου, τῆς μητρὸς τῆς ἡμετέρας ἀδελφός, <add>μετὰ</add><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">μετὰ</foreign> add. Reiske.</note> ταῦτα Ἀμόργῃ πειθόμενοι τῷ δούλῳ τοῦ βασιλέως καὶ φυγάδι τὴν μὲν βασιλέως δύναμιν ἀπεβαλόμεθα<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἀπεβαλόμεθα</foreign> A: <foreign xml:lang="grc">ἀπεβαλλόμεθα</foreign> Q.</note> ὡς οὐδενὸς<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">οὐδενὸς</foreign> Reiske: <foreign xml:lang="grc">οὐδὲν</foreign> codd.</note> οὖσαν ἀξίαν, τὴν δὲ Ἀμόργου φιλίαν εἱλόμεθα, κρείττω νομίσαντες εἶναι· ἀνθʼ ὧν βασιλεὺς ὀργισθεὶς ἡμῖν, σύμμαχος γενόμενος Λακεδαιμονίοις, παρέσχεν αὐτοῖς εἰς τὸν πόλεμον πεντακισχίλια τάλαντα, ἕως κατέλυσεν ἡμῶν τὴν δύναμιν. ἓν μὲν βούλευμα τοιοῦτον ἐβουλευσάμεθα· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="30"><p>Συρακόσιοι δʼ ὅτε ἦλθον ἡμῶν δεόμενοι, φιλότητα μὲν ἀντὶ διαφορᾶς ἐθέλοντες εἰρήνην δʼ ἀντὶ πολέμου ποιεῖσθαι, τήν τε συμμαχίαν ἀποδεικνύντες ὅσῳ κρείττων ἡ σφετέρα εἴη τῆς<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τῆς Ἐγ. καὶ Κατ.</foreign> Francke: <foreign xml:lang="grc">τῶν Ἐγ. καὶ τῶν Κατ.</foreign> codd.</note> Ἐγεσταίων καὶ Καταναίων, εἰ βουλοίμεθα<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">βουλοίμεθα</foreign> Reiske: <foreign xml:lang="grc">βουλόμεθα</foreign> codd.</note> πρὸς αὐτοὺς ποιεῖσθαι, ἡμεῖς τοίνυν εἱλόμεθα καὶ τότε πόλεμον μὲν ἀντὶ εἰρήνης, Ἐγεσταίους δὲ ἀντὶ Συρακοσίων, στρατεύεσθαι δʼ εἰς Σικελίαν ἀντὶ τοῦ μένοντες οἴκοι συμμάχους ἔχειν Συρακοσίους· ἐξ ὧν πολλοὺς μὲν Ἀθηναίων ἀπολέσαντες ἀριστίνδην καὶ τῶν συμμάχων, πολλὰς δὲ ναῦς καὶ χρήματα καὶ δύναμιν ἀποβαλόντες, αἰσχρῶς διεκομίσθησαν οἱ σωθέντες αὐτῶν. </p></div></div></body></text></TEI>