<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="21"><p rend="align(indent)">ἡμῖν δέ, ὦ Ἀθηναῖοι, πῶς ἔξεστι τὴν εἰρήνην ποιήσασθαι; ποίων τινῶν Λακεδαιμονίων τυγχάνοντας; καὶ γὰρ εἴ τις ὑμῶν ἀχθεσθήσεται παραιτοῦμαι· <add>τὰ</add><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τὰ</foreign> add. Ald.</note> γὰρ ὄντα λέξω. πρῶτον μὲν γὰρ ἡνίκα ἀπωλέσαμεν τὰς ναῦς ἐν Ἑλλησπόντῳ καὶ τειχήρεις ἐγενόμεθα, τίνα γνώμην ἔθεντο περὶ ἡμῶν οἱ νῦν μὲν ἡμέτεροι τότε δὲ Λακεδαιμονίων ὄντες σύμμαχοι; οὐ τὴν πόλιν ἡμῶν ἀνδραποδίζεσθαι καὶ τὴν χώραν ἐρημοῦν; οἱ δὲ διακωλύσαντες ταῦτα μὴ γενέσθαι τίνες ἦσαν; οὐ Λακεδαιμόνιοι, τοὺς μὲν συμμάχους ἀποτρέψαντες τῆς γνώμης, αὐτοὶ δʼ οὐδʼ ἐπιχειρήσαντες διαβουλεύσασθαι περὶ τοιούτων ἔργων; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="22"><p>μετὰ δὲ τοῦτο ὅρκους ὀμόσαντες αὐτοῖς καὶ τὴν στήλην εὑρόμενοι <add>παρʼ</add><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">παρʼ</foreign> add. Ald.</note> αὐτῶν στῆσαι, κακὸν ἀγαπητὸν ἐν ἐκείνῳ τῷ χρόνῳ, σπονδὰς ἤγομεν ἐπὶ ῥητοῖς. εἶτα δὲ συμμαχίαν ποιησάμενοι Βοιωτοὺς καὶ Κορινθίους ἀποστήσαντες αὐτῶν, Ἀργείους δὲ ἀγαγόντες εἰς τὴν ποτὲ φιλίαν, αἴτιοι τῆς ἐν Κορίνθῳ μάχης ἐγενόμεθα αὐτοῖς. τίνες δὲ βασιλέα πολέμιον αὐτοῖς ἐποίησαν, καὶ Κόνωνι τὴν ναυμαχίαν παρεσκεύασαν, διʼ ἣν ἀπώλεσαν τὴν ἀρχὴν τῆς θαλάττης; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="23"><p>ὅμως τοίνυν ταῦτα πεπονθότες ὑφʼ ἡμῶν συγχωροῦσι ταὐτὰ<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὰ</foreign> Baiter: <foreign xml:lang="grc">ταῦτα</foreign> codd.</note> ἅπερ οἱ σύμμαχοι, καὶ διδόασιν ἡμῖν τὰ τείχη καὶ τὰς ναῦς καὶ τὰς νήσους ἡμῶν εἶναι. ποίαν τίνʼ οὖν χρὴ εἰρήνην πρεσβεύοντας ἥκειν; οὐ ταὐτὰ<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ταῦτα</foreign> Baiter: <foreign xml:lang="grc">ταῦτα</foreign> codd.</note> παρὰ τῶν πολεμίων εὑρομένους ἅπερ οἱ φίλοι διδόασι, καὶ διʼ ἅπερ ἠρξάμεθα πολεμεῖν, ἵνα ἡμῶν γένηται τῇ πόλει ταῦτα; οἱ μὲν τοίνυν ἄλλοι τὴν εἰρήνην ποιοῦνται τῶν ὑπαρχόντων ἀφιέντες, ἡμεῖς δὲ προσλαμβάνοντες αὐτὰ ὧν μάλιστα δεόμεθα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="24"><p>τί οὖν ἐστιν ὑπόλοιπον περὶ ὅτου δεῖ βουλεύεσθαι; περὶ Κορίνθου<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">περὶ Κορίνθου</foreign> add. QL.</note> καὶ περὶ ὧν <del>ἂν</del><note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἂν</foreign> del. Dobree.</note> ἡμᾶς Ἀργεῖοι προκαλοῦνται.<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">προκαλοῦνται</foreign> apographa: <foreign xml:lang="grc">προσκαλοῦνται</foreign> AQ.</note> πρῶτον μὲν περὶ Κορίνθου διδαξάτω μέ τις, Βοιωτῶν μὴ συμπολεμούντων, εἰρήνην δὲ ποιουμένων πρὸς Λακεδαιμονίους, τίνος ἐστὶν ἡμῖν ἀξία Κόρινθος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg003.perseus-grc2" n="25"><p>ἀναμνήσθητε γάρ, ὦ Ἀθηναῖοι, τῆς ἡμέρας ἐκείνης ὅτε Βοιωτοῖς τὴν συμμαχίαν ἐποιούμεθα, τίνα γνώμην ἔχοντες ταῦτα ἐπράττομεν. οὐχ ὡς ἱκανὴν οὖσαν τὴν Βοιωτῶν δύναμιν μεθʼ ἡμῶν γενομένην κοινῇ πάντας ἀνθρώπους ἀμύνασθαι; νῦν δὲ βουλευόμεθα,<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">βουλευόμεθα</foreign> Q: <foreign xml:lang="grc">βουλευώμεθα</foreign> A.</note> Βοιωτῶν εἰρήνην ποιουμένων πῶς δυνατοὶ Λακεδαιμονίοις πολεμεῖν ἐσμεν ἄνευ Βοιωτῶν. </p></div></div></body></text></TEI>