φέρε, ἀλλὰ Χερρόνησον καὶ τὰς ἀποικίας καὶ τὰ ἐγκτήματα ἐγκτήματα Valckenaer: ἐγκλήματα codd. καὶ τὰ χρέα ἵνα ἀπολάβωμεν; ἀπολάβωμεν Q: ἀπολαύωμεν A. ἀλλʼ οὔτε βασιλεὺς οὔτε οἱ σύμμαχοι συγχωροῦσιν ἡμῖν, μεθʼ ὧν αὐτὰ δεῖ πολεμοῦντας κτήσασθαι. ἀλλὰ νὴ Δία ἕως ἂν Λακεδαιμονίους καταπολεμήσωμεν καὶ τοὺς συμμάχους αὐτῶν, μέχρι τούτου δεῖ πολεμεῖν; ἀλλʼ οὔ μοι δοκοῦμεν δοκοῦμεν Q: δοκεῖ A. οὕτω παρεσκευάσθαι. ἐὰν δʼ ἄρα κατεργασώμεθα, τί ποτε αὐτοὶ πείσεσθαι δοκοῦμεν ὑπὸ τῶν βαρβάρων, ὅταν ταῦτα πράξωμεν;