φασὶ δέ τινες ἀναγκαίως νῦν ἡμῖν ἔχειν πολεμεῖν· σκεψώμεθα οὖν πρῶτον, ὦ ἄνδρες Ἀθηναῖοι, διὰ τί καὶ πολεμήσωμεν. οἶμαι γὰρ ἂν πάντας ἀνθρώπους ὁμολογῆσαι διὰ τάδε δεῖν πολεμεῖν, ἢ ἀδικουμένους ἀδικουμένους A corr.: ἠδικημένους A pr.: ἀδικοῦντας Q. ἢ βοηθοῦντας ἀδικουμένοις. ἀδικουμένοις Q: ἠδικημένοις A. ἡμεῖς τοίνυν αὐτοί τε ἠδικούμεθα Βοιωτοῖς τε ἀδικουμένοις ἐβοηθοῦμεν. εἰ τοίνυν ἡμῖν τέ ἐστι τοῦτο παρὰ Λακεδαιμονίων, τὸ μηκέτι ἀδικεῖσθαι, Βοιωτοῖς τε δέδοκται ποιεῖσθαι τὴν εἰρήνην ἀφεῖσιν ἀφεῖσιν Reiske: ἀφήσειν codd. Ὀρχομενὸν αὐτόνομον, τίνος ἕνεκα πολεμήσωμεν; ἵνα ἡ πόλις ἡμῶν ἐλευθέρα ᾖ;