πρῶτον μὲν οὖν, ὦ Ἀθηναῖοι, τούτου ἀναμνήσθητε, τί ὑμῖν ἐξ ἀρχῆς ὑπεθέμην τῷ λόγῳ. ἄλλο τι ἢ τοῦτο, ὅτι διὰ τὴν εἰρήνην οὐδεπώποτε ὁ δῆμος ὁ τῶν τῶν del. Spengel. Ἀθηναίων κατελύθη; οὐκοῦν ἀποδέδεικται. καὶ οὐδεὶς ἐξελέγξει ἐξελέγξει Taylor: ἐξελέγχει codd. με ὡς οὐκ ἔστι ταῦτα ἀληθῆ. ἤδη δέ τινων ἤκουσα λεγόντων ὡς ἐκ τῆς τελευταίας εἰρήνης τῆς πρὸς Λακεδαιμονίους οἵ τε τριάκοντα κατέστησαν πολλοί τε Ἀθηναίων κώνειον πιόντες ἀπέθανον, οἱ δὲ φεύγοντες ᾤχοντο.