<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" n="7"><p>ὃς εἰς τοσοῦτον ἦλθον δυσδαιμονίας, εἴτε χρὴ εἰπεῖν νεότητί τε καὶ ἀνοίᾳ τῇ ἐμαυτοῦ,<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τῇ ἐμαυτοῦ</foreign> Frohberger, qui huc transtulit. Ante <foreign xml:lang="grc">δυσδαιμονίας ηαβεντ τῆς ἐμαυτοῦ</foreign> codd.</note> εἴτε καὶ δυνάμει τῶν πεισάντων με ἐλθεῖν εἰς τοιαύτην συμφορὰν τῶν φρενῶν, ὥστʼ ἀνάγκην μοι γενέσθαι δυοῖν κακοῖν τοῖν μεγίστοιν θάτερον ἑλέσθαι, ἢ μὴ βουληθέντι<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">βουληθέντι</foreign> Ald.: <foreign xml:lang="grc">βουληθέντα</foreign> codd.</note> κατειπεῖν τοὺς ταῦτα ποιήσαντας οὐ περὶ ἐμοῦ μόνου ὀρρωδεῖν, εἴ τι ἔδει παθεῖν, ἀλλὰ καὶ τὸν πατέρα οὐδὲν ἀδικοῦντα σὺν ἐμαυτῷ ἀποκτεῖναι — ὅπερ ἀνάγκη παθεῖν ἦν αὐτῷ, εἰ ἐγὼ μὴ ἐβουλόμην ταῦτα ποιῆσαι — ἢ κατειπόντι τὰ γεγενημένα αὐτὸν μὲν ἀφεθέντα μὴ τεθνάναι, τοῦ δὲ ἐμαυτοῦ πατρὸς μὴ φονέα γενέσθαι. τί δʼ ἂν οὐ πρό γε τούτου τολμήσειεν ἄνθρωπος ποιῆσαι; </p></div></div></body></text></TEI>