εἰ δὲ μὴ ταὐτὰ ἡγοῦνται σφίσι τε αὐτοῖς συμφέρειν καὶ τῷ ὑμετέρῳ κοινῷ, δυσμενεῖς ἂν τῇ πόλει εἶεν· οἵτινες εἰσαγγείλαντός μου ἀπόρρητα εἰς τὴν βουλὴν περὶ τῶν πραγμάτων, ὧν ἀποτελεσθέντων οὐκ εἰσὶ τῇ πόλει ταύτῃ μείζονες ὠφέλειαι, καὶ τούτων ἀποδεικνύντος μου τοῖς βουλευταῖς σαφεῖς τε καὶ βεβαίους τὰς ἀποδείξεις, ἐκεῖ μὲν οὔτε τούτων τῶν ἀνδρῶν οἱ παραγενόμενοι ἐλέγχοντες ἐλέγχοντες Emperius: ἐλέγξοντες codd. οἷοί τʼ ἦσαν ἀποδεῖξαι εἴ τι μὴ ὀρθῶς ἐλέγετο, οὔτʼ ἄλλος οὐδείς, ἐνθάδε δὲ νῦν πειρῶνται διαβάλλειν.