πολὺ δέ μοι προσήκει ταῦτα μᾶλλον ἐκείνων καὶ τῷ γένει συνηθέστερά ἐστι. τάδε γὰρ οὐ ψευσαμένῳ μοι λαθεῖν οἷόν τʼ ἐστι τούς γε πρεσβυτέρους ὑμῶν, ὅτι ὁ τοῦ ἐμοῦ πατρὸς πάππος πάππος Valckenaer, coll. Myst. 106: πρόπαππος codd. Λεωγόρας στασιάσας πρὸς τοὺς τυράννους ὑπὲρ τοῦ δήμου, ἐξὸν αὐτῷ διαλλαχθέντι τῆς ἔχθρας καὶ γενομένῳ κηδεστῇ ἄρξαι μετʼ ἐκείνων τῶν ἀνδρῶν τῆς πόλεως, εἵλετο μᾶλλον ἐκπεσεῖν μετὰ τοῦ δήμου καὶ φεύγων κακοπαθεῖν μᾶλλον ἢ προδότης αὐτῶν καταστῆναι. ὥστʼ ἔμοιγε καὶ διὰ τὰ τῶν προγόνων ἔργα εἰκότως ὑπάρχει δημοτικῷ εἶναι, εἴπερ τι ἀλλὰ νῦν γε ἀλλὰ νῦν γε Schneider: ἄλλο νῦν γε codd. φρονῶν τυγχάνω. ὧν καὶ ἕνεκα εἰκὸς ὑμᾶς, ἐὰν χρηστὸς ὢν ἀνὴρ εἰς ὑμᾶς φαίνωμαι, προθυμότερόν μου ἀποδέχεσθαι τὰ πραττόμενα. τὸ δὲ δόντας ἐμοὶ τὴν ἄδειαν ἀφελέσθαι ὑμᾶς, εὖ ἴστε ὅτι οὐδεπώποτε ἠγανάκτησα· ὅπου γὰρ ὑπὸ τῶν ἀνδρῶν τούτων αὐτοὶ εἰς ὑμᾶς αὐτοὺς ἐπείσθητε τὰ μέγιστα ἐξαμαρτεῖν, ὥστε ἀντὶ τῆς ἀρχῆς δουλείαν ἀλλάξασθαι, ἐκ δημοκρατίας δυναστείαν καταστήσαντες, τί ἄν τις ὑμῶν θαυμάζοι καὶ εἰς ἐμὲ εἴ τι ἐπείσθητε ἐξαμαρτεῖν; βουλοίμην μέντʼ ἄν, ὥσπερ ἐν τοῖς ὑμετέροις αὐτῶν πράγμασιν, ἐπειδὴ ἐξουσίαν ἐλάβετε, τὰς τῶν ἐξαπατησάντων ὑμᾶς ἀκύρους ἔθετε βουλάς, οὕτω καὶ ἐν ᾧ περὶ ἐμοῦ ἐπείσθητε γνῶναί τι ἀνεπιτήδειον, ἀτελῆ τὴν γνώμην αὐτῶν ποιῆσαι, καὶ μήτε ἐν τούτῳ μήτε ἐν ἑτέρῳ τῳ τοῖς ὑμῶν αὐτῶν ἐχθίστοις ὁμόψηφοί ποτε γένησθε.