Ψήφισμα τουτὶ τὸ ψήφισμα ὃ ἠκούσατε ψηφισάμενοί μοι, ὦ Ἀθηναῖοι, ὕστερον ἀφείλεσθε χάριν ἑτέρῳ φέροντες. πείθεσθε οὖν μοι, καὶ ἤδη παύσασθε εἴ τῳ ὑμῶν διάβολόν τι ἐν τῇ γνώμῃ περὶ ἐμοῦ παρέστηκεν. εἰ γὰρ ὅσα οἱ ἄνθρωποι γνώμῃ ἁμαρτάνουσι, τὸ σῶμα αὐτῶν μὴ αἴτιόν ἐστιν, ἐμοῦ ἐμοῦ Reiske: ὁμοῦ codd. τὸ μὲν σῶμα τυγχάνει ταὐτὸν ἔτι ὄν, ταὐτὸν ἔτι ὄν Bekker: τοῦτ’ ἀναίτιον codd. ὅπερ τῆς αἰτίας ἀπήλλακται, ἡ δὲ γνώμη ἀντὶ τῆς προτέρας ἑτέρα νυνὶ παρέστηκεν. οὐδὲν οὖν ἔτι ὑπολείπεται ὅτῳ ἄν μοι δικαίως διαβεβλῇσθε. διαβεβλῇσθε Bekker: διαβεβλῆσθαι codd.