ὁρῶ δὲ ὑμᾶς πολλάκις καὶ δούλοις ἀνθρώποις καὶ ξένοις παντοδαποῖς παντοδαποῖς Stephanus: παντοδαπῆς codd. πολιτείαν τε διδόντας πολιτείαν τε διδόντας Reiske: πολιτείας διδόντας τε codd. καὶ εἰς χρήματα μεγάλας δωρείας, οἳ ἂν ὑμᾶς φαίνωνται ποιοῦντές τι ἀγαθόν. καὶ ταῦτα μέντοι ὀρθῶς ὑμεῖς φρονοῦντες δίδοτε· οὕτω γὰρ ἂν ὑπὸ πλείστων ἀνθρώπων εὖ πάσχοιτε. ἐγὼ τοίνυν τοσοῦτον ὑμῶν μόνον δέομαι· τὸ ψήφισμα ὃ Μενίππου εἰπόντος ἐψηφίσασθε, εἶναί μοι ἄδειαν, πάλιν ἀπόδοτε. ἀναγνώσεται δὲ ὑμῖν αὐτό· ἔτι γὰρ καὶ νῦν ἐγγέγραπται ἐν τῷ βουλευτηρίῳ.