ὁρῶ δὲ ὑμᾶς πολλάκις καὶ δούλοις ἀνθρώποις καὶ ξένοις παντοδαποῖς παντοδαποῖς Stephanus: παντοδαπῆς codd. πολιτείαν τε διδόντας πολιτείαν τε διδόντας Reiske: πολιτείας διδόντας τε codd. καὶ εἰς χρήματα μεγάλας δωρείας, οἳ ἂν ὑμᾶς φαίνωνται ποιοῦντές τι ἀγαθόν. καὶ ταῦτα μέντοι ὀρθῶς ὑμεῖς φρονοῦντες δίδοτε· οὕτω γὰρ ἂν ὑπὸ πλείστων ἀνθρώπων εὖ πάσχοιτε. ἐγὼ τοίνυν τοσοῦτον ὑμῶν μόνον δέομαι· τὸ ψήφισμα ὃ Μενίππου εἰπόντος ἐψηφίσασθε, εἶναί μοι ἄδειαν, πάλιν ἀπόδοτε. ἀναγνώσεται δὲ ὑμῖν αὐτό· ἔτι γὰρ καὶ νῦν ἐγγέγραπται ἐν τῷ βουλευτηρίῳ. Ψήφισμα τουτὶ τὸ ψήφισμα ὃ ἠκούσατε ψηφισάμενοί μοι, ὦ Ἀθηναῖοι, ὕστερον ἀφείλεσθε χάριν ἑτέρῳ φέροντες. πείθεσθε οὖν μοι, καὶ ἤδη παύσασθε εἴ τῳ ὑμῶν διάβολόν τι ἐν τῇ γνώμῃ περὶ ἐμοῦ παρέστηκεν. εἰ γὰρ ὅσα οἱ ἄνθρωποι γνώμῃ ἁμαρτάνουσι, τὸ σῶμα αὐτῶν μὴ αἴτιόν ἐστιν, ἐμοῦ ἐμοῦ Reiske: ὁμοῦ codd. τὸ μὲν σῶμα τυγχάνει ταὐτὸν ἔτι ὄν, ταὐτὸν ἔτι ὄν Bekker: τοῦτ’ ἀναίτιον codd. ὅπερ τῆς αἰτίας ἀπήλλακται, ἡ δὲ γνώμη ἀντὶ τῆς προτέρας ἑτέρα νυνὶ παρέστηκεν. οὐδὲν οὖν ἔτι ὑπολείπεται ὅτῳ ἄν μοι δικαίως διαβεβλῇσθε. διαβεβλῇσθε Bekker: διαβεβλῆσθαι codd. ὥσπερ δὲ τῆς τότε ἁμαρτίας τὰ ἀπὸ τῶν ἔργων σημεῖα ἔφατε χρῆναι πιστότατα ποιούμενοι κακόν με ἄνδρα ἡγεῖσθαι, οὕτω καὶ ἐπὶ τῇ νῦν εὐνοίᾳ μὴ ζητεῖτε ἑτέραν βάσανον ἢ τὰ ἀπὸ τῶν νυνὶ ἔργων σημεῖα ὑμῖν γιγνόμενα.