τὰ γὰρ ὑμέτερα αὐτῶν ἐφʼ ὑμῖν δικαίως ἐστὶ καὶ εὖ καὶ κακῶς, ἐὰν βούλησθε, διαθέσθαι. ἅ γε μέντοι ἔξω τῶν ἀπορρήτων οἷόν τέ οἷόν τέ Stephanus: οἷόν γέ codd. μοί ἐστιν εἰπεῖν εἰς ὑμᾶς ἤδη πεπραγμένα, ἀκούσεσθε. ἐπίστασθε γὰρ που ὡς ἠγγέλθη ὑμῖν ὑμῖν Valckenaer: ἡμῖν codd. ὅτι οὐ μέλλει ἐκ Κύπρου σῖτος ἥξειν ἐνταῦθα· ἐγὼ τοίνυν τοιοῦτός τε καὶ τοσοῦτος ἐγενόμην, ὥστε τοὺς ἄνδρας τοὺς ταῦτα βουλεύσαντας ἐφʼ ὑμῖν καὶ πράξαντας ψευσθῆναι τῆς αὑτῶν αὑτῶν Baiter et Sauppe: αὐτῶν codd. γνώμης.