ἐκ δὲ τούτου οὐ πώποτε οὔτε τοῦ σώματος οὔτε τῶν ὄντων ἐμοὶ ἐφεισάμην, ὅπου ἔδει παρακινδυνεύειν· ἀλλʼ αὐτίκα μὲν τότε εἰσήγαγον εἰς στρατιὰν ὑμῶν οὖσαν ἐν Σάμῳ κωπέας, τῶν τετρακοσίων ἤδη τὰ πράγματα ἐνθάδε κατειληφότων, ὄντος μοι Ἀρχελάου ξένου πατρικοῦ καὶ διδόντος τέμνεσθαί τέμνεσθαί Dobree: γενέσθαι codd. τε καὶ ἐξάγεσθαι ὁπόσους ἐβουλόμην. τούτους τε εἰσήγαγον τοὺς κωπέας, καὶ παρόν μοι πέντε δραχμῶν τὴν τιμὴν αὐτῶν δέξασθαι οὐκ ἠθέλησα πράξασθαι πλέον ἢ ὅσου ὅσου A corr.: ὅσον A pr. ἐμοὶ κατέστησαν· εἰσήγαγον δὲ σῖτόν τε καὶ χαλκόν.