<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" n="1"><p rend="align(indent)">εἰ μέν, ὦ ἄνδρες, ἐν ἑτέρῳ τῳ πράγματι οἱ παριόντες μὴ τὴν αὐτὴν γνώμην ἔχοντες πάντες ἐφαίνοντο, οὐδὲν ἂν θαυμαστὸν ἐνόμιζον· ὅπου μέντοι δεῖ τὴν πόλιν ἐμέ τι ποιῆσαι ἀγαθόν, ἢ εἴ τις ἕτερος<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἕτερος</foreign> Reiske: <foreign xml:lang="grc">ἑτέρως</foreign> codd.</note> βούλοιτο ἐμοῦ κακίων, δεινότατον ἁπάντων χρημάτων ἡγοῦμαι, εἰ τῷ μὲν δοκεῖ ταῦτα τῷ δὲ μή, ἀλλὰ μὴ πᾶσιν ὁμοίως. εἴπερ γὰρ ἡ πόλις ἁπάντων τῶν πολιτευομένων κοινή ἐστι, καὶ τὰ γιγνόμενα δήπου ἀγαθὰ τῇ πόλει κοινά ἐστι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" n="2"><p rend="align(indent)">τουτὶ τοίνυν τὸ μέγα καὶ δεινὸν πάρεστιν ὑμῖν ὁρᾶν τοὺς μὲν ἤδη πράττοντας, τοὺς δὲ τάχα μέλλοντας· καί μοι μέγιστον θαῦμα παρέστηκε, τί ποτε οὗτοι οἱ ἄνδρες δεινῶς οὕτω περικάονται, εἴ τι ὑμᾶς χρὴ ἀγαθὸν ἐμοῦ ἐπαυρέσθαι. δεῖ γὰρ αὐτοὺς ἤτοι ἀμαθεστάτους εἶναι πάντων ἀνθρώπων, ἢ τῇ πόλει ταύτῃ δυσμενεστάτους. εἰ μέν γε νομίζουσι τῆς πόλεως εὖ πραττούσης καὶ τὰ ἴδια σφῶν αὐτῶν ἄμεινον ἂν φέρεσθαι, ἀμαθέστατοί εἰσι τὰ ἐναντία νῦν τῇ ἑαυτῶν ὠφελείᾳ σπεύδοντες· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" n="3"><p>εἰ δὲ μὴ ταὐτὰ ἡγοῦνται σφίσι τε αὐτοῖς συμφέρειν καὶ τῷ ὑμετέρῳ κοινῷ, δυσμενεῖς ἂν τῇ πόλει εἶεν· οἵτινες εἰσαγγείλαντός μου ἀπόρρητα εἰς τὴν βουλὴν περὶ τῶν πραγμάτων, ὧν ἀποτελεσθέντων οὐκ εἰσὶ τῇ πόλει ταύτῃ μείζονες ὠφέλειαι, καὶ τούτων ἀποδεικνύντος μου τοῖς βουλευταῖς σαφεῖς τε καὶ βεβαίους τὰς ἀποδείξεις, ἐκεῖ μὲν οὔτε τούτων τῶν ἀνδρῶν οἱ παραγενόμενοι ἐλέγχοντες<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἐλέγχοντες</foreign> Emperius: <foreign xml:lang="grc">ἐλέγξοντες</foreign> codd.</note> οἷοί τʼ ἦσαν ἀποδεῖξαι εἴ τι μὴ ὀρθῶς ἐλέγετο, οὔτʼ ἄλλος οὐδείς, ἐνθάδε δὲ νῦν πειρῶνται διαβάλλειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" n="4"><p>σημεῖον οὖν τοῦτο ὅτι οὗτοι οὐκ ἀφʼ αὑτῶν ταῦτα πράττουσιν — εὐθὺς γὰρ ἂν τότε ἠναντιοῦντο — ἀλλʼ ἀπʼ ἀνδρῶν ἑτέρων, οἷοί εἰσιν ἐν τῇ πόλει ταύτῃ, οὐδενὸς ἂν χρήματος δεξάμενοι ὑμᾶς τι ἀγαθὸν ἐξ ἐμοῦ πρᾶξαι. καὶ αὐτοὶ μὲν οὗτοι οἱ ἄνδρες οὐ τολμῶσι σφᾶς αὐτοὺς εἰς τὸ μέσον καταστήσαντες διισχυρίζεσθαι περὶ τούτων, φοβούμενοι ἔλεγχον διδόναι εἴ τι εἰς ὑμᾶς τυγχάνουσι μὴ εὖ φρονοῦντες· ἑτέρους δὲ εἰσπέμπουσι, τοιούτους ἀνθρώπους οἷς εἰθισμένοις ἤδη ἀναισχυντεῖν οὐδὲν διαφέρει εἰπεῖν τε καὶ ἀκοῦσαι τὰ μέγιστα τῶν κακῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg002.perseus-grc2" n="5"><p>τὸ δʼ ἰσχυρὸν τοῦτο μόνον εὕροι τις ἂν αὐτῶν ἐν τοῖς λόγοις, τὰς ἐμὰς συμφορὰς ἐπὶ παντὶ ὀνειδίζειν, καὶ ταῦτα ἐν εἰδόσι δήπου κάλλιον ὑμῖν, ὥστε μηδὲν ἂν τούτων δικαίως τιμὴν αὐτοῖς τινα φέρειν.</p><p rend="align(indent)">ἐμοὶ δέ, ὦ ἄνδρες, καὶ τῷ πρώτῳ τοῦτο εἰπόντι ὀρθῶς δοκεῖ εἰρῆσθαι, ὅτι πάντες ἄνθρωποι γίγνονται ἐπὶ τῷ εὖ καὶ κακῶς πράττειν, μεγάλη δὲ δήπου καὶ τὸ ἐξαμαρτεῖν δυσπραξία ἐστί,</p></div></div></body></text></TEI>