καὶ οὐ δέξομαι ἔνδειξιν οὐδὲ ἀπαγωγὴν ἕνεκα τῶν πρότερον γεγενημένων, πλὴν τῶν φυγόντων φυγόντων Sauppe: φευγόντων codd. . ὑμεῖς δʼ αὖ, ὦ Ἀθηναῖοι, τί ὀμόσαντες δικάζετε; καὶ οὐ μνησικακήσω, οὐδὲ ἄλλῳ πείσομαι, ψηφιοῦμαι δὲ κατὰ τοὺς κειμένους νόμους. ἃ χρὴ σκοπεῖν, εἰ δοκῶ ὀρθῶς ὑμῖν λέγειν ὡς ὑπὲρ ὑμῶν λέγω καὶ τῶν νόμων. σκέψασθε τοίνυν, ὦ ἄνδρες, καὶ τοὺς νόμους καὶ τοὺς κατηγόρους, τί αὐτοῖς ὑπάρχον ὑπάρχον Emperius: ὑπάρχον τῶν Bekker; ὑπαρχόντων codd. ἑτέρων κατηγοροῦσι. Κηφίσιος μὲν οὑτοσὶ πριάμενος ὠνὴν ἐκ τοῦ δημοσίου, τὰς ἐκ ταύτης ἐπικαρπίας τῶν ἐν τῇ γῇ γεωργούντων ἐνενήκοντα μνᾶς ἐκλέξας, οὐ κατέβαλε τῇ πόλει καὶ ἔφυγεν· εἰ γὰρ ἦλθεν, ἐδέδετʼ ἂν ἐν τῷ ξύλῳ. ὁ γὰρ νόμος οὕτως εἶχε, κυρίαν εἶναι τὴν τε τε del. Bekker: τήν τε βουλὴν καὶ Rosenberg. βουλήν, ὃς ἂν πριάμενος τέλος μὴ καταβάλῃ, δεῖν εἰς τὸ ξύλον. οὗτος τοίνυν, ὅτι τοῖς νόμοις ἐψηφίσασθε ἀπʼ Εὐκλείδου ἄρχοντος χρῆσθαι, ἀξιοῖ ἃ ἔχει ὑμῶν ἐκλέξας μὴ ἀποδοῦναι, καὶ νῦν γεγένηται ἀντὶ μὲν φυγάδος πολίτης, ἀντὶ δὲ ἀτίμου συκοφάντης, ὅτι τοῖς νόμοις τοῖς νῦν κειμένοις χρῆσθε. Μέλητος δʼ αὖ οὑτοσὶ ἀπήγαγεν ἐπὶ τῶν τριάκοντα Λέοντα, ὡς ὑμεῖς ἅπαντες ἴστε, καὶ ἀπέθανεν ἐκεῖνος ἄκριτος. καί τοι καίτοι Sluiter: καὶ codd. οὗτος ὁ νόμος καὶ πρότερον ἦν καὶ καὶ add. Baiter. ὡς καλῶς ἔχων καὶ νῦν ἔστι, καὶ χρῆσθε αὐτῷ, τὸν βουλεύσαντα ἐν τῷ αὐτῷ ἐνέχεσθαι καὶ τὸν τῇ χειρὶ ἐργασάμενον. Μέλητον τοίνυν τοῖς παισὶ τοῖς τοῦ Λέοντος οὐκ ἔστι φόνου διώκειν, ὅτι τοῖς νόμοις δεῖ χρῆσθαι ἀπʼ Εὐκλείδου ἄρχοντος, ἐπεὶ ὥς γε οὐκ ἀπήγαγεν, οὐδʼ αὐτὸς ἀντιλέγει. Ἐπιχάρης δʼ οὑτοσί, οὑτοσί Blass: οὗτος codd. ὁ πάντων πονηρότατος καὶ βουλόμενος εἶναι τοιοῦτος, ὁ μνησικακῶν αὐτὸς αὑτῷ,—οὗτος γὰρ ἐβούλευεν ἐπὶ τῶν τριάκοντα· ὁ δὲ νόμος τί κελεύει, ὃς ἐν τῇ στήλῃ ἔμπροσθέν ἐστι τοῦ βουλευτηρίου; ὃς ἂν ἄρξῃ ἐν τῇ πόλει τῆς δημοκρατίας καταλυθείσης, νηποινεὶ τεθνάναι, καὶ τὸν ἀποκτείναντα ὅσιον εἶναι καὶ τὰ χρήματα ἔχειν τοῦ ἀποθανόντος. ἄλλο τι ἄλλοτι . . . ἢ Reiske: ἀλλ’ ὅτι . . . εἰ codd. οὖν, ὦ Ἐπίχαρες, ἢ νῦν ὁ ἀποκτείνας σε καθαρὸς τὰς χεῖρας ἔσται, κατά γε τὸν Σόλωνος νόμον;