ἑτέροις οὐκ ἦν γράψασθαι, τοῖς δὲ ἐνδεῖξαι, τοῖς δὲ μὴ ἀναπλεῦσαι εἰς Ἑλλήσποντον, ἄλλοις δʼ εἰς Ἰωνίαν· τοῖς δʼ εἰς τὴν ἀγορὰν μὴ εἰσιέναι πρόσταξις ἦν. ταῦτʼ οὖν ἐψηφίσασθε ἐξαλεῖψαι πάντα τὰ ψηφίσματα, καὶ αὐτὰ καὶ εἴ πού τι ἀντίγραφον ἦν, καὶ πίστιν ἀλλήλοις περὶ ὁμονοίας δοῦναι ἐν ἀκροπόλει. καί μοι ἀνάγνωθι τὸ ψήφισμα τὸ Πατροκλείδου, καθʼ ὃ ταῦτα ἐγένετο. Ψήφισμα. —Πατροκλείδης εἶπεν· ἐπειδὴ ἐψηφίσαντο Ἀθηναῖοι τὴν ἄδειαν περὶ τῶν ἀτίμων καὶ τῶν ἀτίμων καὶ add. Sauppe e Dem. Timocr. 46. τῶν ὀφειλόντων, ὥστε λέγειν ἐξεῖναι καὶ ἐπιψηφίζειν, ψηφίσασθαι τὸν δῆμον ταὐτὰ ἅπερ ὅτε ἦν τὰ Μηδικά, καὶ συνήνεγκεν Ἀθηναίοις ἐπὶ τὸ ἄμεινον. περὶ δὲ τῶν ἐγγεγραμμένων ἐγγεγραμμένων Emperius: ἐπιγεγραμμένων codd. εἰς τοὺς πράκτορας ἢ τοὺς ταμίας τῆς θεοῦ καὶ τῶν ἄλλων θεῶν ἢ τὸν βασιλέα ἢ ἢ del. Emperius. εἰ τις μὴ ἐξεγράφη μέχρι τῆς ἐξελθούσης βουλῆς ἐφʼ ἧς Καλλίας ἦρχεν, ὅσοι ἄτιμοι ἦσαν ἢ ἢ secl. Reiske. ὀφείλοντες, καὶ ὅσων εὔθυναί τινές εἰσι κατεγνωσμέναι ἐν τοῖς λογιστηρίοις ὑπὸ τῶν εὐθύνων καὶ ἢ Boeckh: ἢ codd. τῶν παρέδρων, ἢ μήπω εἰσηγμέναι εἰς τὸ δικαστήριον γραφαί τινές εἰσι περὶ τῶν εὐθυνῶν, ἢ προστάξεις . . . , Lacunam ind. Droysen. ἢ ἐγγύαι τινές εἰσι κατεγνωσμέναι εἰς τὸν αὐτὸν τοῦτον χρόνον· καὶ ὅσα ὀνόματα τῶν τετρακοσίων τινὸς ἐγγέγραπται, ἢ ἄλλο τι περὶ τῶν ἐν τῇ ὀλιγαρχίᾳ πραχθέντων ἐστί που γεγραμμένον· πλὴν ὁπόσα ἐν στήλαις γέγραπται τῶν μὴ ἐνθάδε μεινάντων, ἢ ἐξ Ἀρείου πάγου ἢ τῶν ἐφετῶν ἢ ἐκ πρυτανείου ἢ Δελφινίου δικασθεῖσιν δικασθεῖσιν Lipsius: ἐδικάσθη codd. ἢ ἢ del. Luzac. ὑπὸ τῶν βασιλέων ἢ ἢ seclusit Droysen. ἐπὶ φόνῳ τίς ἐστι φυγὴ ἢ θάνατος κατεγνώσθη, ἢ σφαγεῦσιν ἢ τυράννοις ἢ σφαγαῖσιν ἢ τυραννίδι Kirchhoff. · τὰ δὲ ἄλλα πάντα ἐξαλεῖψαι τοὺς πράκτορας καὶ τὴν βουλὴν κατὰ τὰ εἰρημένα πανταχόθεν, ὅπου τι ἔστιν ἐν τῷ δημοσίῳ, καὶ εἴ τι τι add. Blass. ἀντίγραφόν που ἔστι, παρέχειν τοὺς θεσμοθέτας καὶ τὰς ἄλλας ἀρχάς. ποιεῖν δὲ ταῦτα τριῶν ἡμερῶν, ἐπειδὰν δόξῃ τῷ δήμῳ. ἃ δʼ εἴρηται ἐξαλεῖψαι, μὴ κεκτῆσθαι ἰδίᾳ μηδενὶ ἐξεῖναι μηδὲ μνησικακῆσαι μηδέποτε· εἰ δὲ μή, ἔνοχον εἶναι τὸν παραβαίνοντα ταῦτα ἐν τοῖς αὐτοῖς ἐν οἷσπερ οἱ ἐξ Ἀρείου πάγου φεύγοντες, ὅπως ἂν ὡς πιστότατα ἔχῃ ἔχῃ G. Hermann : e)/xei, e)/xoi codd. Ἀθηναίοις καὶ νῦν καὶ εἰς τὸν λοιπὸν χρόνον. κατὰ μὲν τὸ ψήφισμα τουτὶ τοὺς ἀτίμους ἐπιτίμους ἐποιήσατε· τοὺς δὲ φεύγοντας οὔτε Πατροκλείδης εἶπε κατιέναι οὔθʼ ὑμεῖς ἐψηφίσασθε. ἐπεὶ δʼ αἱ σπονδαὶ πρὸς Λακεδαιμονίους ἐγένοντο, καὶ τὰ τείχη καθείλετε, καὶ τοὺς φεύγοντας κατεδέξασθε, καὶ κατέστησαν οἱ τριάκοντα, καὶ μετὰ ταῦτα Φυλή τε κατελήφθη Μουνυχίαν τε κατέλαβον, ἐγένετό θʼ θʼ add. Reiske. ὑμῖν ὧν ἐγὼ οὐδὲν δέομαι μεμνῆσθαι οὐδʼ ἀναμιμνῄσκειν ὑμᾶς τῶν γεγενημένων κακῶν.