Κηφίσιος γὰρ οὑτοσὶ ἐνέδειξε μέν με κατὰ τὸν νόμον τὸν κείμενον, τὴν δὲ κατηγορίαν ποιεῖται κατὰ ψήφισμα πρότερον γενόμενον, ὃ εἶπεν Ἰσοτιμίδης, οὗ Ἰσοτιμίδης, οὗ Reiske: εἰς ὅτι μηδ’ ἴσου codd. ἐμοὶ προσήκει οὐδέν. ὁ μὲν γὰρ εἶπεν εἴργεσθαι τῶν ἱερῶν τοὺς ἀσεβήσαντας καὶ ὁμολογήσαντας, ἐμοὶ δὲ τούτων οὐδέτερα πεποίηται· οὔτε ἠσέβηται οὔτε ὡμολόγηται. ὡς δὲ καὶ τοῦτο τὸ ψήφισμα λέλυται καὶ ἄκυρόν ἐστιν, ἐγὼ ὑμᾶς διδάξω. καίτοιγε τοιαύτην ἀπολογίαν περὶ αὐτοῦ ποιήσομαι, ὅπου μὴ πείθων μὲν ὑμᾶς αὐτὸς ζημιώσομαι, πείσας δὲ ὑπὲρ τῶν ἐχθρῶν ἀπολελογημένος ἔσομαι. ἀλλὰ γὰρ τἀληθῆ εἰρήσεται. ἐπεὶ γὰρ αἱ νῆες διεφθάρησαν καὶ ἡ πολιορκία ἐγένετο, ἐβουλεύσασθε περὶ ὁμονοίας, καὶ ἔδοξεν ὑμῖν τοὺς ἀτίμους ἐπιτίμους ποιῆσαι, καὶ εἶπε τὴν γνώμην Πατροκλείδης. οἱ δὲ ἄτιμοι τίνες ἦσαν, καὶ τίνα τρόπον ἕκαστοι; ἐγὼ ὑμᾶς διδάξω. οἱ μὲν ἀργύριον ὀφείλοντες τῷ δημοσίῳ, ὁπόσοι εὐθύνας ὦφλον ὦφλον Reiske: ὤφειλον codd. ἄρξαντες ἀρχάς, ἢ ἐξούλας ἢ γραφὰς ἢ ἐπιβολὰς ἐπιβολὰς Stephanus: ἐπιβουλὰς codd. ὦφλον, ἢ ὠνὰς πριάμενοι ἐκ τοῦ δημοσίου μὴ κατέβαλον τὰ χρήματα, ἢ ἐγγύας ἠγγυήσαντο ἠγγυήσαντο Stephanus: ἐγγυήσαντο codd., unde ἐγγυησάμενοι Schoell. πρὸς τὸ δημόσιον, τούτοις ἡ μὲν ἔκτεισις ἦν ἐπὶ τῆς ἐνάτης πρυτανείας, εἰ δὲ μή, διπλάσιον ὀφείλειν καὶ τὰ κτήματα αὐτῶν πεπρᾶσθαι. εἷς μὲν τρόπος οὗτος ἀτιμίας ἦν, ἕτερος δὲ ὧν τὰ μὲν ὧν τὰ μὲν Ald.: ὧν μὲν τὰ codd. σώματα ἄτιμα ἦν, τὴν δʼ οὐσίαν εἶχον εἷχον Bekker: ἔσχον codd. καὶ ἐκέκτηντο· οὗτοι δʼ αὖ ἦσαν ὁπόσοι κλοπῆς ἢ δώρων ὄφλοιεν· τούτους ἔδει καὶ αὐτοὺς καὶ τοὺς ἐκ τούτων ἀτίμους εἶναι· καὶ ὁπόσοι λίποιεν τὴν τάξιν, ἢ ἀστρατείας ἢ δειλίας ἢ ἀναυμαχίου ἀναυμαχίου Suidas, s.v.: ναυμαχίου codd. ὄφλοιεν, ἢ τὴν ἀσπίδα ἀποβάλοιεν, ἢ τρὶς ψευδομαρτυρίων ἢ τρὶς ψευδοκλητείας ὄφλοιεν, ἢ τοὺς γονέας κακῶς ποιοῖεν, οὗτοι πάντες ἄτιμοι ἦσαν τὰ σώματα, τὰ δὲ χρήματα εἶχον. ἄλλοι αὖ κατὰ προστάξεις, οἵτινες οὐ παντάπασιν ἄτιμοι ἦσαν, ἀλλὰ μέρος τι αὐτῶν, οἷον οἱ στρατιῶται, οἷς, ὅτι ἐπέμειναν ἐπὶ τῶν τετρακοσίων τετρακοσίων Dobree, coll. psephismate quod sequitur: τυράννων codd. ἐν τῇ πόλει, τὰ μὲν ἄλλα ἦν ἅπερ τοῖς ἄλλοις πολίταις, εἰπεῖν δʼ ἐν τῷ δήμῳ οὐκ ἐξῆν αὐτοῖς οὐδὲ βουλεῦσαι. τούτων ἦσαν οὗτοι ἄτιμοι αὕτη γὰρ ἦν τούτοις πρόσταξις.