πρῶτον μὲν οὖν ταῦτα, ὦ ἄνδρες, ὁπόσοι ὑμῶν παρῆσαν, ἀναμιμνῄσκεσθε καὶ τοὺς ἄλλους διδάσκετε· εἶτα δέ μοι τοὺς πρυτάνεις κάλει τοὺς τότε πρυτανεύσαντας, Φιλοκράτη καὶ τοὺς ἄλλους. Μάρτυρες φέρε δή, καὶ τὰ ὀνόματα ὑμῖν ἀναγνώσομαι τῶν ἀνδρῶν ὧν ἀπέγραψεν, ἵνʼ εἰδῆτε ὅσους μοι τῶν συγγενῶν ἀπώλλυεν, πρῶτον μὲν τὸν πατέρα, εἶτα δὲ τὸν κηδεστήν, τὸν μὲν συνειδότα ἀποδεικνύς, τοῦ δʼ ἐν τῇ οἰκίᾳ φάσκων τὴν σύνοδον γενέσθαι. τῶν δʼ ἄλλων ἀκούσεσθε τὰ ὀνόματα. καὶ αὐτοῖς ἀναγίγνωσκε. Χαρμίδης Ἀριστοτέλους. οὗτος ἀνεψιὸς ἐμός· ἡ μήτηρ ἡ ἡ add. Bekker. ἐκείνου καὶ ὁ πατὴρ ὁ ἐμὸς ἀδελφοί. Ταυρέας. οὑτοσὶ ἀνεψιὸς τοῦ πατρός. Νισαῖος. υἱὸς Ταυρέου. Καλλίας ὁ Ἀλκμέωνος. ἀνεψιὸς τοῦ πατρός. Εὔφημος. Καλλίου τοῦ Τηλοκλέους ἀδελφός. Φρύνιχος ὁ Ὀρχησαμενοῦ. Ὀρχησαμενοῦ Wilhelm: ὀρχησάμενος codd. ἀνεψιός. Εὐκράτης. ὁ Νικίου ἀδελφός. Verba ὁ Νικίου ἀδελφὸς quae in codd. cum Εὐκράτης coniuncta sunt ita distinxi. κηδεστὴς οὗτος Καλλίου. Κριτίας. ἀνεψιὸς Post ἀνεψιὸς habent codd. Εὐκρατίας ὁ Νικίου ἀδελφὸς e praecedentibus male iterata. Eiecit Reiske. Hunc indicem turbatum esse ex sec. 68 satis liquet. καὶ οὗτος τοῦ πατρός· αἱ μητέρες ἀδελφαί. τούτους πάντας ἐν τοῖς τετταράκοντα ἀνδράσιν ἀπέγραψεν. ἀπέγραψεν Stephanus: ἐπέγραψεν codd. ἐπειδὴ δὲ ἐδεδέμεθα πάντες ἐν τῷ αὐτῷ καὶ νύξ τε ἦν καὶ τὸ δεσμωτήριον συνεκέκλῃτο, ἧκον δὲ τῷ μὲν μήτηρ τῷ δὲ ἀδελφὴ τῷ δὲ γυνὴ καὶ παῖδες, ἦν δὲ βοὴ καὶ οἶκτος κλαόντων καὶ ὀδυρομένων τὰ παρόντα κακά, λέγει πρός με Χαρμίδης, ὢν μὲν ἀνεψιός, ἡλικιώτης δὲ καὶ συνεκτραφεὶς ἐν τῇ οἰκίᾳ τῇ ἡμετέρᾳ ἐκ παιδός, ὅτι Ἀνδοκίδη, τῶν μὲν παρόντων κακῶν ὁρᾷς τὸ μέγεθος, ἐγὼ δʼ ἐν μὲν τῷ παρελθόντι χρόνῳ οὐδὲν ἐδεόμην λέγειν οὐδέ σε λυπεῖν, νῦν δὲ ἀναγκάζομαι διὰ τὴν παροῦσαν ἡμῖν συμφοράν. οἷς γὰρ ἐχρῶ καὶ οἷς συνῆσθα ἄνευ ἡμῶν τῶν συγγενῶν, οὗτοι ἐπὶ ταῖς αἰτίαις διʼ ἃς ἡμεῖς ἀπολλύμεθα οἱ μὲν αὐτῶν τεθνᾶσιν, οἱ δὲ οἴχονται φεύγοντες, σφῶν αὐτῶν καταγνόντες ἀδικεῖν Habet A lacunam duodecim litterarum post ἀδικεῖν. τούτων τοίνυν add. Sauppe, ἀλλὰ δέομαι σοῦ Reiske. . . . εἰ ἤκουσάς τι τούτου τοῦ πράγματος τοῦ γενομένου, εἰπέ, καὶ πρῶτον μὲν σεαυτὸν σῷσον, εἶτα δὲ τὸν πατέρα, ὃν εἰκός ἐστί σε μάλιστα φιλεῖν, εἶτα δὲ τὸν κηδεστὴν ὃς ἔχει σου τὴν ἀδελφὴν ἥπερ σοι μόνη ἐστίν, ἔπειτα δὲ τοὺς ἄλλους συγγενεῖς καὶ ἀναγκαίους τοσούτους ὄντας, ἔτι δὲ ἐμέ, ὃς ἐν ἅπαντι τῷ βίῳ ἠνίασα μέν σε οὐδὲν πώποτε, προθυμότατος δὲ εἰς σὲ καὶ τὰ σὰ πράγματά εἰμι, ὅ τι ἂν δέῃ δέῃ Bekker: δέοι codd. ποιεῖν.