φέρε δὴ τοίνυν, εἰ καὶ ὁ πατὴρ ἐβούλετο ὑπομένειν, τοὺς φίλους ἂν οἴεσθε ἢ ἐπιτρέπειν αὐτῷ μένειν ἢ ἐγγυήσασθαι, ἀλλʼ οὐκ ἂν παραιτεῖσθαι καὶ δεῖσθαι ἀπιέναι ὅπου ἂν ἂν del. Dobree. ἔμελλεν αὐτὸς αὐτὸς om. A pr. σωθήσεσθαι ἐμέ τε οὐκ ἀπολεῖν; ἀλλὰ γὰρ καὶ ὅτε Σπεύσιππον ἐδίωκεν ὁ πατὴρ τῶν παρανόμων, αὐτὰ ταῦτα ἔλεγεν, ὡς οὐδεπώποτε ἔλθοι ἔλθοι apogr.: ἔλθη A. εἰς Θημακὸν ὡς Φερεκλέα· ἐκέλευε δὲ βασανίσαι τὰ ἀνδράποδα, καὶ μὴ τοὺς μὲν παραδιδόντας μὴ ἐθέλειν ἐλέγχειν, τοὺς δὲ μὴ θέλοντας ἀναγκάζειν. ταῦτα δὲ λέγοντος τοῦ πατρὸς τοῦ ἐμοῦ, ὡς ἅπαντες ἴστε, τί ὑπελείπετο τῷ Σπευσίππῳ λέγειν, εἰ ἀληθῆ οἵδε λέγουσιν, ἀλλʼ ἢ ὦ Λεωγόρα, τί βούλῃ περὶ θεραπόντων λέγειν; οὐχ ὁ υἱὸς οὑτοσὶ μεμήνυκε κατὰ σοῦ, καί φησί σε παρεῖναι ἐν Θημακῷ; ἔλεγχε σὺ τὸν πατέρα, ἢ οὐκ ἔστι σοι ἄδεια. ταυτὶ ἔλεγεν ἂν ὁ Σπεύσιππος, ὦ ἄνδρες, ἢ οὔ; ἐγὼ μὲν οἶμαι. εἰ τοίνυν ἀνέβην ἐπὶ δικαστήριον, ἢ λόγος τις περὶ ἐμοῦ ἐγένετο, ἢ μήνυσίς τις ἐμὴ ἔστιν ἢ ἢ Reiske: ἡ codd. ἀπογραφή, μὴ ὅτι ἐμὴ καθʼ ἑτέρου, ἀλλʼ εἰ καὶ ἄλλου τινὸς κατʼ ἐμοῦ, ἐλεγχέτω με ὁ βουλόμενος ἐνταῦθα ἀναβάς. ἀλλὰ γὰρ λόγον ἀνοσιώτερον καὶ ἀπιστότερον ἀνοσιώτερον καὶ ἀπιστότερον Reiske: ἀνοσιώτατον καὶ ἀπιστότατον codd. οὐδένας πώποτʼ ἐγὼ εἰπόντας οἶδα, οἳ τοῦτο μόνον ἡγήσαντο δεῖν, τολμῆσαι κατηγορῆσαι· εἰ δʼ ἐλεγχθήσονται ψευδόμενοι, οὐδὲν αὐτοῖς ἐμέλησεν. ὥσπερ οὖν, εἰ ἀληθῆ ἦν ταῦτα ἅ μου μου Dobree: με codd. κατηγόρησαν, ἐμοὶ ἂν ὠργίζεσθε καὶ ἠξιοῦτε δίκην τὴν μεγίστην ἐπιτιθέναι, οὕτως ἀξιῶ ὑμᾶς, γιγνώσκοντας ὅτι ψεύδονται, πονηρούς τε αὐτοὺς νομίζειν, χρῆσθαί τε τεκμηρίῳ ὅτι εἰ τὰ δεινότατα τῶν κατηγορηθέντων περιφανῶς ἐλέγχονται ψευδόμενοι, ἦ που τά γε πολλῷ φαυλότερα ῥᾳδίως ὑμῖν ἀποδείξω ψευδομένους αὐτούς. αἱ μὲν μηνύσεις ὧδε περὶ τῶν μυστηρίων αὗται ἐγένοντο τέτταρες· οἳ δὲ ἔφυγον ἔφυγον Blass: ἔφυγον codd. καθʼ ἑκάστην μήνυσιν, ἀνέγνων ὑμῖν τὰ ὀνόματα αὐτῶν, καὶ οἱ μάρτυρες μεμαρτυρήκασιν. ἔτι δὲ πρὸς τούτοις ἐγὼ πιστότητος ὑμῶν ἕνεκα, ὦ ἄνδρες, τάδε ποιήσω. τῶν γὰρ φυγόντων φυγόντων Blass: φευγόντων codd. ἐπὶ τοῖς ἐπὶ τοῖς Reiske: ἐν τοῖς codd. μυστηρίοις οἱ μέν τινες ἀπέθανον φεύγοντες, οἱ δʼ ἥκουσι καὶ εἰσὶν ἐνθάδε καὶ πάρεισιν ὑπʼ ἐμοῦ κεκλημένοι.