<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="16"><p rend="align(indent)">τρίτη μήνυσις ἐγένετο. ἡ γυνὴ Ἀλκμεωνίδου,<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">Ἀλκμεωνίδου</foreign> Blass: <foreign xml:lang="grc">ἀλκμαιονίδου</foreign> codd.</note> γενομένη δὲ καὶ Δάμωνος — Ἀγαρίστη ὄνομα αὐτῇ — αὕτη ἐμήνυσεν ἐν τῇ οἰκίᾳ τῇ Χαρμίδου τῇ παρὰ τὸ Ὀλύμπιεῖον<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">Ὀλυμπιεῖον</foreign> Reiske: <foreign xml:lang="grc">ὀλύμπιον</foreign> codd.</note> μυστήρια ποιεῖν Ἀλκιβιάδην καὶ Ἀξίοχον καὶ Ἀδείμαντον· καὶ ἔφυγον<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἔφυγον</foreign> Blass, coll. sec. 26, 35, etc.: <foreign xml:lang="grc">ἔφευγον</foreign> codd.</note> οὗτοι πάντες ἐπὶ ταύτῇ τῇ μηνύσει. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="17"><p rend="align(indent)">ἔτι μήνυσις ἐγένετο μία. Λυδὸς ὁ Φερεκλέους τοῦ Θημακέως ἐμήνυσε μυστήρια γίγνεσθαι ἐν τῇ οἰκίᾳ Φερεκλέους τοῦ δεσπότου τοῦ ἑαυτοῦ, ἐν Θημακῷ· καὶ ἀπογράφει τούς τε ἄλλους, καὶ τὸν πατέρα ἔφη τὸν ἐμὸν παρεῖναι μέν, καθεύδειν δὲ ἐγκεκαλυμμένον. Σπεύσιππος δὲ βουλεύων<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">βασιλεύων</foreign> malunt Sluiter et Bekker.</note> παραδίδωσιν αὐτοὺς τῷ δικαστηρίῳ. κἄπειτα ὁ πατὴρ καταστήσας ἐγγυητὰς ἐγράψατο τὸν Σπεύσιππον παρανόμων, καὶ ἠγωνίσατο ἐν ἑξακισχιλίοις Ἀθηναίων, καὶ μετέλαβε δικαστῶν τοσούτων οὐδὲ διακοσίας ψήφους ὁ Σπεύσιππος. ὁ δὲ πείσας καὶ δεόμενος μεῖναι τὸν πατέρα ἐγὼ ἦν μάλιστα, εἶτα δὲ καὶ οἱ ἄλλοι συγγενεῖς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="18"><p>καί μοι κάλει Καλλίαν καὶ Στέφανον<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">Μάρτυρες</foreign> add. Radermacher post <foreign xml:lang="grc">Στέφανον</foreign>.</note>—κάλει δὲ καὶ Φίλιππον καὶ Ἀλέξιππον· οὗτοι γάρ εἰσιν Ἀκουμενοῦ καὶ Αὐτοκράτορος συγγενεῖς, οἳ ἔφυγον<note anchored="true" resp="Loeb"><foreign xml:lang="grc">ἔφυγον</foreign> Blass: <foreign xml:lang="grc">ἔφευγον</foreign> codd.</note> ἐπὶ τῇ Λυδοῦ μηνύσει· τοῦ μὲν ἀδελφιδοῦς ἐστιν Αὐτοκράτωρ, τοῦ δὲ θεῖος Ἀκουμενός· οἷς προσήκει μισεῖν μὲν τὸν ἐξελάσαντα ἐκείνους, εἰδέναι δὲ μάλιστα διʼ ὅντινα ἔφυγον.<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἔφυγον</foreign> Blass: <foreign xml:lang="grc">ἔφευγον</foreign> codd.</note> βλέπετε εἰς τούτους, καὶ μαρτυρεῖτε εἰ ἀληθῆ λέγω.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="19"><p rend="align(center)"><label>Μάρτυρες</label></p><p rend="align(indent)">τὰ μὲν γενόμενα<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">γενόμενα</foreign> Bekker: <foreign xml:lang="grc">γινόμενα</foreign> codd.</note> ἠκούσατε, ὦ ἄνδρες, καὶ ὑμῖν<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ὑμῖν</foreign> apogr.: <foreign xml:lang="grc">ἡμῖν</foreign> A.</note> οἱ μάρτυρες μεμαρτυρήκασιν· ἃ δὲ οἱ κατήγοροι ἐτόλμησαν εἰπεῖν, ἀναμνήσθητε. οὕτω<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">οὕτω</foreign> Reiske: <foreign xml:lang="grc">οὐ</foreign> codd.</note> γὰρ καὶ δίκαιον ἀπολογεῖσθαι, ἀναμιμνῄσκοντα<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἀναμιμνῄσκοντα</foreign> Reiske: <foreign xml:lang="grc">ἀναμιμνῄσκοντας</foreign> codd.</note> τοὺς τῶν κατηγόρων λόγους ἐξελέγχειν. ἔλεξαν γὰρ ὡς ἐγὼ μηνύσαιμι περὶ τῶν μυστηρίων, ἀπογράψαιμί τε τὸν πατέρα τὸν ἐμαυτοῦ παρόντα, καὶ γενοίμην μηνυτὴς κατὰ τοῦ πατρὸς τοῦ ἐμαυτοῦ, λόγον οἶμαι πάντων δεινότατόν τε<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τε</foreign> om. A pr.</note> καὶ ἀνοσιώτατον λέγοντες. ὁ μὲν γὰρ ἀπογράψας αὐτὸν Λυδὸς ἦν ὁ Φερεκλέους, ὁ δὲ πείσας ὑπομεῖναι καὶ μὴ οἴχεσθαι φεύγοντα ἐγώ, πολλὰ ἱκετεύσας καὶ λαμβανόμενος τῶν γονάτων.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="20"><p>καίτοι τί ἐβουλόμην, εἰ ἐμήνυσα μὲν κατὰ τοῦ πατρός, ὡς οὗτοί φασιν, ἱκέτευον δὲ τὸν πατέρα μείναντά τι παθεῖν ὑπʼ ἐμοῦ; καὶ ὁ πατὴρ ἐπείσθη ἀγῶνα τοιοῦτον ἀγωνίσασθαι, ἐν ᾧ δυοῖν τοῖν μεγίστοιν κακοῖν οὐκ ἦν αὐτῷ ἁμαρτεῖν· ἢ γὰρ ἐμοῦ δόξαντος τὰ ὄντα μηνῦσαι κατʼ ἐκείνου ὑπʼ ἐμοῦ ἀποθανεῖν, ἢ αὐτῷ σωθέντι ἐμὲ ἀποκτεῖναι. ὁ γὰρ νόμος οὕτως εἶχεν· εἰ μὲν τἀληθῆ μηνύσειέ τις, εἶναι τὴν ἄδειαν, εἰ δὲ τὰ<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">τὰ</foreign> om. A pr.</note> ψευδῆ, τεθνάναι. καὶ μὲν δὴ τοῦτό γε ἐπίστασθε πάντες, ὅτι ἐσώθην καὶ ἐγὼ καὶ ὁ ἐμὸς πατήρ· οἷόν τε δʼ οὐκ ἦν, εἴπερ ἐγὼ μηνυτὴς ἐγενόμην περὶ τοῦ πατρός, ἀλλʼ ἢ ἐμὲ ἢ ἐκεῖνον ἔδει ἀποθανεῖν. </p></div></div></body></text></TEI>