δέομαι οὖν ἁπάντων ὑμῶν ὑμῶν add. Reiske. περὶ ἐμοῦ τὴν αὐτὴν γνώμην ἔχειν, ἥνπερ καὶ περὶ τῶν ἐμῶν προγόνων, ἵνα κἀμοὶ ἐγγένηται ἐκείνους μιμήσασθαι, ἀναμνησθέντας αὐτῶν ὅτι ὅμοιοι τοῖς πλείστων καὶ μεγίστων ἀγαθῶν αἰτίοις τῇ πόλει γεγένηνται, πολλῶν ἕνεκα σφᾶς αὐτοὺς παρέχοντες τοιούτους, μάλιστα δὲ τῆς εἰς ὑμᾶς εὐνοίας, καὶ ὅπως, εἴ ποτέ τις αὐτοῖς ἢ τῶν ἐξ ἐκείνων τινὶ κίνδυνος γένοιτο γένοιτο Dobree: γένηται codd. ἢ συμφορά, σῴζοιντο συγγνώμης παρʼ ὑμῶν τυγχάνοντες. εἰκότως δʼ ἂν αὐτῶν μεμνῇσθε· καὶ γὰρ τῇ πόλει ἁπάσῃ αἱ τῶν ὑμετέρων ὑμετέρων Reiske: ἡμετέρων codd. προγόνων ἀρεταὶ πλείστου ἄξιαι ἐγένοντο. ἐπειδὴ γάρ, ὦ ἄνδρες, αἱ νῆες διεφθάρησαν, πολλῶν βουλομένων τὴν πόλιν ἀνηκέστοις συμφοραῖς περιβαλεῖν, Λακεδαιμόνιοι ἔγνωσαν ὅμως τότε ἐχθροὶ ὄντες σῴζειν τὴν πόλιν διὰ τὰς ἐκείνων τῶν ἀνδρῶν ἀρετάς, οἳ ὑπῆρξαν τῆς ἐλευθερίας ἁπάσῃ τῇ Ἑλλάδι. ἐπειδὴ τοίνυν καὶ ἡ πόλις ἐσώθη δημοσίᾳ διὰ τὰς τῶν προγόνων τῶν ὑμετέρων ὑμετέρων Reiske: ἡμετέρων codd. ἀρετάς, ἀξιῶ κἀμοὶ διὰ τὰς τῶν προγόνων τῶν ἐμῶν ἀρετὰς σωτηρίαν γενέσθαι. καὶ γὰρ αὐτῶν τῶν ἔργων, διʼ ἅπερ ἡ πόλις ἐσώθη, οὐκ ἐλάχιστον μέρος οἱ ἐμοὶ πρόγονοι συνεβάλοντο· ὧν ἕνεκα καὶ ἐμοὶ δίκαιον ὑμᾶς μεταδοῦναι τῆς σωτηρίας, ἧσπερ καὶ αὐτοὶ παρὰ τῶν Ἑλλήνων ἐτύχετε. σκέψασθε τοίνυν καὶ τάδε, ἄν με σῴσητε, οἷον ἕξετε πολίτην· ὃς πρῶτον μὲν ἐκ πολλοῦ πλούτου, ὅσον ὑμεῖς ἴστε, οὐ διʼ ἐμαυτὸν ἀλλὰ διὰ τὰς τῆς πόλεως συμφορὰς εἰς πενίαν πολλὴν καὶ ἀπορίαν κατέστην, ἔπειτα δὲ καινὸν καινὸν Emperius: καὶ codd. βίον ἠργασάμην ἐκ τοῦ δικαίου, τῇ γνώμῃ καὶ τοῖν χεροῖν τοῖν ἐμαυτοῦ τοῖν χεροῖν τοῖν ἐμ. Marchant: ταῖν χ. ταῖν ἐμ. codd. . ἔτι δὲ εἰδότα μὲν οἷόν ἐστι πόλεως τοιαύτης πολίτην εἶναι, εἰδότα δὲ οἷόν ἐστι ξένον εἶναι καὶ μέτοικον ἐν τῇ τῶν πλησίον, ἐπιστάμενον δὲ οἷον τὸ σωφρονεῖν καὶ ὀρθῶς βουλεύεσθαι, ἐπιστάμενον δʼ οἷον τὸ ἁμαρτόντα πρᾶξαι κακῶς, πολλοῖς συγγενόμενος καὶ πλείστων πειραθείς, ἀφʼ ὧν ἐμοὶ ξενίαι καὶ φιλότητες πρὸς πολλοὺς καὶ βασιλέας καὶ πόλεις καὶ ἄλλους ἰδίᾳ ξένους γεγένηνται, ὧν ἐμὲ σῴσαντες μεθέξετε, καὶ ἔσται ἔσται Stephanus: ἔστιν codd. ὑμῖν χρῆσθαι τούτοις, ὅπου ἂν ἐν καιρῷ τι ὑμῖν γίγνηται.