λαβόντες δὲ οἱ προσήκοντες τῇ γυναικὶ τὸ παιδίον ἧκον ἐπὶ τὸν βωμὸν Ἀπατουρίοις, ἔχοντες ἱερεῖον, καὶ ἐκέλευον κατάρξασθαι τὸν Καλλίαν. ὁ δʼ ἠρώτα τίνος εἴη τὸ παιδίον· ἔλεγον Καλλίου τοῦ Ἱππονίκου. ἐγώ εἰμι οὗτος. καὶ ἔστι γε σὸν τὸ παιδίον. λαβόμενος τοῦ βωμοῦ ὤμοσεν ἦ μὴν μὴ εἶναί οἱ οἱ add. Muretus. υἱὸν ἄλλον μηδὲ γενέσθαι πώποτε, εἰ μὴ Ἱππόνικον ἐκ τῆς Γλαύκωνος θυγατρός· ἢ ἐξώλη εἶναι καὶ αὐτὸν καὶ τὴν οἰκίαν, ὥσπερ ἔσται. μετὰ ταῦτα τοίνυν, ὦ ἄνδρες, ὑστέρῳ πάλιν χρόνῳ τῆς γραὸς τολμηροτάτης γυναικὸς ἀνηράσθη, καὶ κομίζεται αὐτὴν εἰς τὴν οἰκίαν, καὶ τὸν παῖδα ἤδη μέγαν ὄντα εἰσάγει εἰς Κήρυκας, φάσκων εἶναι υἱὸν αὑτοῦ. αὑτοῦ Baiter: αὐτοῦ codd. ἀντεῖπε μὲν Καλλιάδης Καλλιάδης Valckenaer: καλλίδης codd. μὴ εἰσδέξασθαι, ἐψηφίσαντο δὲ οἱ Κήρυκες κατὰ τὸν νόμον ὅς ἐστιν αὐτοῖς, τὸν πατέρα ὀμόσαντα εἰσάγειν ἦ μὴν υἱὸν ὄντα ἑαυτοῦ εἰσάγειν. λαβόμενος τοῦ βωμοῦ ὤμοσεν ἦ μὴν τὸν παῖδα ἑαυτοῦ εἶναι γνήσιον, ἐκ Χρυσίλλης Χρυσίλλης Jernstedt: χρυσιάδης codd. γεγονότα· ὃν ἀπώμοσε. καὶ μοι τούτων ἁπάντων τοὺς μάρτυρας κάλει. Μάρτυρες Μάρτυρες add. Ald. φέρε δὴ τοίνυν, ὦ ἄνδρες, σκεψώμεθα εἰ πώποτε ἐν τοῖς Ἕλλησι πρᾶγμα τοιοῦτον ἐγένετο, ὅπου γυναῖκά τις γήμας ἐπέγημε τῇ θυγατρὶ τὴν μητέρα καὶ ἐξήλασεν ἡ μήτηρ τὴν θυγατέρα· ταύτῃ δὲ συνοικῶν βούλεται τὴν Ἐπιλύκου θυγατέρα λαβεῖν, ἵνʼ ἐξελάσῃ τὴν τήθην ἡ θυγατριδῆ. ἀλλὰ γὰρ τῷ παιδὶ αὐτοῦ τί χρὴ τοὔνομα θέσθαι; οἶμαι γὰρ ἔγωγε οὐδένα οὕτως ἀγαθὸν εἶναι λογίζεσθαι, ὅστις ἐξευρήσει τοὔνομα αὐτοῦ. τριῶν γὰρ οὐσῶν γυναικῶν αἷς συνῳκηκὼς ἔσται ὁ πατὴρ αὐτοῦ, τῆς μὲν υἱός ἐστιν, ὥς φησι, τῆς δὲ ἀδελφός, τῆς δὲ θεῖος. τίς ἂν εἴη οὗτος; Οἰδίπους, ἢ Αἴγισθος; ἢ τί χρὴ αὐτὸν ὀνομάσαι; ἀλλὰ γάρ, ὦ ἄνδρες, βραχύ τι ὑμᾶς ἀναμνῆσαι περὶ Καλλίου βούλομαι. εἰ γὰρ μέμνησθε, ὅτε ἡ πόλις ἦρχε τῶν Ἑλλήνων καὶ ηὐδαιμόνει μάλιστα, Ἱππόνικος δὲ ἦν πλουσιώτατος τῶν Ἑλλήνων, τότε μέντοι πάντες ἴστε ὅτι παρὰ τοῖς παιδαρίοις τοῖς μικροτάτοις καὶ τοῖς γυναίοις κληδὼν ἐν ἁπάσῃ τῇ πόλει κατεῖχεν, κατεῖχεν Blass: κατέσχεν codd. ὅτι Ἱππόνικος ἐν τῇ οἰκίᾳ ἀλιτήριον τρέφει, ὃς αὐτοῦ τὴν τράπεζαν ἀνατρέπει. μέμνησθε ταῦτα, ὦ ἄνδρες.