<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="121"><p><q rend="double">εἰ δὲ μή, ἐγὼ ἐπιδικάσομαι.</q> γνοὺς ταῦτα Καλλίας λαγχάνει τῷ υἱεῖ τῷ ἑαυτοῦ τῆς ἐπικλήρου, τῇ δεκάτῃ ἱσταμένου, ἵνα μὴ ἐπιδικάσωμαι ἐγώ. ταῖς δʼ εἰκάσι, μυστηρίοις τούτοις, δοὺς Κηφισίῳ χιλίας δραχμὰς ἐνδείκνυσί με καὶ εἰς τὸν ἀγῶνα τοῦτον καθίστησιν. ἐπειδὴ δʼ ἑώρα με ὑπομένοντα, τίθησι τὴν ἱκετηρίαν, ὡς ἐμὲ μὲν ἀποκτενῶν ἄκριτον ἢ ἐξελῶν,<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἐξελῶν</foreign> Valckenaer: <foreign xml:lang="grc">ἐξελὼν</foreign> codd.</note> αὐτὸς δὲ πείσας<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">πείσας</foreign> Scaliger: <foreign xml:lang="grc">πείσων</foreign> codd.</note> Λέαγρον χρήμασι συνοικήσων τῇ Ἐπιλύκου θυγατρί. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="122"><p rend="align(indent)">ἐπειδὴ δʼ οὐδʼ ὣς<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">οὐδ’ ὣς</foreign> Bekker: <foreign xml:lang="grc">οὕτως</foreign> codd.</note> ἄνευ ἀγῶνος ἑώρα ἐσόμενα τὰ πράγματα, τότε δὴ προσιὼν Λυσίστρατον, Ἡγημόνα, Ἐπιχάρη, ὁρῶν φίλους ὄντας ἐμοὶ καὶ χρωμένους, εἰς τοῦτο βδελυρίας ἦλθε καὶ παρανομίας ὥστʼ ἔλεγε πρὸς τούτους ὡς εἰ ἔτι καὶ νῦν βουλοίμην ἀποστῆναι τῆς Ἐπιλύκου θυγατρός, ἕτοιμος εἴη παύσασθαί με κακῶς ποιῶν, ἀπαλλάξαι δὲ Κηφίσιον, δίκην δʼ ἐν τοῖς φίλοις δοῦναί μοι τῶν πεποιημένων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="123"><p>εἶπον αὐτῷ καὶ κατηγορεῖν καὶ παρασκευάζειν ἄλλους· εἰ δʼ ἐγὼ αὐτὸν ἀποφεύξομαι<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἀποφεύξομαι</foreign> Bekker: <foreign xml:lang="grc">ἀποφεύξαιμι</foreign> codd.</note> καὶ γνώσονται Ἀθηναῖοι περὶ ἐμοῦ τὰ δίκαια, ἐγὼ αὐτὸν οἶμαι περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ ἐν τῷ μέρει κινδυνεύσειν. ἅπερ αὐτὸν οὐ ψεύσομαι, ἐὰν ὑμῖν, ὦ ἄνδρες, δοκῇ. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τοὺς μάρτυρας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="124"><p rend="align(center)"><label>Μάρτυρες</label></p><p rend="align(indent)">ἀλλὰ γὰρ τὸν υἱὸν αὐτοῦ τοῦτον, ᾧ λαχεῖν ἠξίωσε τῆς Ἐπιλύκου θυγατρός, σκέψασθε πῶς γέγονε καὶ πῶς ἐποιήσατʼ αὐτόν· ταῦτα γὰρ καὶ ἄξιον ἀκοῦσαι, ὦ ἄνδρες. γαμεῖ μὲν Ἰσχομάχου θυγατέρα· ταύτῃ δὲ συνοικήσας οὐδʼ ἐνιαυτὸν τὴν μητέρα αὐτῆς ἔλαβε, καὶ συνῴκει ὁ πάντων σχετλιώτατος ἀνθρώπων τῇ μητρὶ καὶ τῇ θυγατρί, ἱερεὺς ὢν τῆς μητρὸς καὶ τῆς θυγατρός, καὶ εἶχεν ἐν τῇ οἰκίᾳ ἀμφοτέρας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="125"><p rend="align(indent)">καὶ οὗτος μὲν οὐκ ᾐσχύνθη οὐδʼ ἔδεισε τὼ θεώ· ἡ δὲ τοῦ Ἰσχομάχου θυγάτηρ τεθνάναι νομίσασα λυσιτελεῖν ἢ ζῆν ὁρῶσα τὰ γιγνόμενα, ἀπαγχομένη μεταξὺ κατεκωλύθη,<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">κατεκωλύθη</foreign> Sluiter: <foreign xml:lang="grc">κατεκλίθη</foreign> codd.</note> καὶ ἐπειδὴ ἀνεβίω, ἀποδρᾶσα<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἀποδρᾶσα</foreign> Bekker<foreign xml:lang="grc"/>: <foreign xml:lang="grc">ἀποδράσασα</foreign>.</note> ἐκ τῆς οἰκίας ᾤχετο, καὶ ἐξήλασεν ἡ μήτηρ τὴν θυγατέρα. ταύτης δʼ αὖ διαπεπλησμένος ἐξέβαλε καὶ ταύτην. ἡ δʼ ἔφη κυεῖν ἐξ αὐτοῦ· καὶ ἐπειδὴ ἔτεκεν υἱόν, ἔξαρνος ἦν μὴ εἶναι ἐξ αὐτοῦ τὸ παιδίον. </p></div></div></body></text></TEI>