εἰ δὲ μή, ἐγὼ ἐπιδικάσομαι. γνοὺς ταῦτα Καλλίας λαγχάνει τῷ υἱεῖ τῷ ἑαυτοῦ τῆς ἐπικλήρου, τῇ δεκάτῃ ἱσταμένου, ἵνα μὴ ἐπιδικάσωμαι ἐγώ. ταῖς δʼ εἰκάσι, μυστηρίοις τούτοις, δοὺς Κηφισίῳ χιλίας δραχμὰς ἐνδείκνυσί με καὶ εἰς τὸν ἀγῶνα τοῦτον καθίστησιν. ἐπειδὴ δʼ ἑώρα με ὑπομένοντα, τίθησι τὴν ἱκετηρίαν, ὡς ἐμὲ μὲν ἀποκτενῶν ἄκριτον ἢ ἐξελῶν, ἐξελῶν Valckenaer: ἐξελὼν codd. αὐτὸς δὲ πείσας πείσας Scaliger: πείσων codd. Λέαγρον χρήμασι συνοικήσων τῇ Ἐπιλύκου θυγατρί. ἐπειδὴ δʼ οὐδʼ ὣς οὐδ’ ὣς Bekker: οὕτως codd. ἄνευ ἀγῶνος ἑώρα ἐσόμενα τὰ πράγματα, τότε δὴ προσιὼν Λυσίστρατον, Ἡγημόνα, Ἐπιχάρη, ὁρῶν φίλους ὄντας ἐμοὶ καὶ χρωμένους, εἰς τοῦτο βδελυρίας ἦλθε καὶ παρανομίας ὥστʼ ἔλεγε πρὸς τούτους ὡς εἰ ἔτι καὶ νῦν βουλοίμην ἀποστῆναι τῆς Ἐπιλύκου θυγατρός, ἕτοιμος εἴη παύσασθαί με κακῶς ποιῶν, ἀπαλλάξαι δὲ Κηφίσιον, δίκην δʼ ἐν τοῖς φίλοις δοῦναί μοι τῶν πεποιημένων. εἶπον αὐτῷ καὶ κατηγορεῖν καὶ παρασκευάζειν ἄλλους· εἰ δʼ ἐγὼ αὐτὸν ἀποφεύξομαι ἀποφεύξομαι Bekker: ἀποφεύξαιμι codd. καὶ γνώσονται Ἀθηναῖοι περὶ ἐμοῦ τὰ δίκαια, ἐγὼ αὐτὸν οἶμαι περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ ἐν τῷ μέρει κινδυνεύσειν. ἅπερ αὐτὸν οὐ ψεύσομαι, ἐὰν ὑμῖν, ὦ ἄνδρες, δοκῇ. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τοὺς μάρτυρας. Μάρτυρες ἀλλὰ γὰρ τὸν υἱὸν αὐτοῦ τοῦτον, ᾧ λαχεῖν ἠξίωσε τῆς Ἐπιλύκου θυγατρός, σκέψασθε πῶς γέγονε καὶ πῶς ἐποιήσατʼ αὐτόν· ταῦτα γὰρ καὶ ἄξιον ἀκοῦσαι, ὦ ἄνδρες. γαμεῖ μὲν Ἰσχομάχου θυγατέρα· ταύτῃ δὲ συνοικήσας οὐδʼ ἐνιαυτὸν τὴν μητέρα αὐτῆς ἔλαβε, καὶ συνῴκει ὁ πάντων σχετλιώτατος ἀνθρώπων τῇ μητρὶ καὶ τῇ θυγατρί, ἱερεὺς ὢν τῆς μητρὸς καὶ τῆς θυγατρός, καὶ εἶχεν ἐν τῇ οἰκίᾳ ἀμφοτέρας. καὶ οὗτος μὲν οὐκ ᾐσχύνθη οὐδʼ ἔδεισε τὼ θεώ· ἡ δὲ τοῦ Ἰσχομάχου θυγάτηρ τεθνάναι νομίσασα λυσιτελεῖν ἢ ζῆν ὁρῶσα τὰ γιγνόμενα, ἀπαγχομένη μεταξὺ κατεκωλύθη, κατεκωλύθη Sluiter: κατεκλίθη codd. καὶ ἐπειδὴ ἀνεβίω, ἀποδρᾶσα ἀποδρᾶσα Bekker : ἀποδράσασα . ἐκ τῆς οἰκίας ᾤχετο, καὶ ἐξήλασεν ἡ μήτηρ τὴν θυγατέρα. ταύτης δʼ αὖ διαπεπλησμένος ἐξέβαλε καὶ ταύτην. ἡ δʼ ἔφη κυεῖν ἐξ αὐτοῦ· καὶ ἐπειδὴ ἔτεκεν υἱόν, ἔξαρνος ἦν μὴ εἶναι ἐξ αὐτοῦ τὸ παιδίον.