<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="116"><p><q rend="double">ὦ Καλλία, πάντων ἀνθρώπων ἀνοσιώτατε, πρῶτον μὲν ἐξηγῇ Κηρύκων ὤν,<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">Κηρύκων ὤν</foreign> Reiske: <foreign xml:lang="grc">κηρύκων ὧν</foreign> codd.</note> οὐχ ὅσιον <add>ὄν</add><note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ὄν</foreign> add. Frohberger.</note> σοι ἐξηγεῖσθαι· ἔπειτα δὲ νόμον πάτριον λέγεις, ἡ δὲ στήλη παρʼ ᾗ ἕστηκας χιλίας δραχμὰς κελεύει ὀφείλειν, ἐάν τις ἱκετηρίαν θῇ ἐν τῷ Ἐλευσινίῳ. ἔπειτα δὲ τίνος ἤκουσας ὅτι Ἀνδοκίδης θείη τὴν ἱκετηρίαν; κάλεσον αὐτὸν τῇ βουλῇ, ἵνα καὶ ἡμεῖς ἀκούσωμεν.</q> ἐπειδὴ δὲ ἀνεγνώσθη ἡ στήλη κἀκεῖνος οὐκ εἶχεν εἰπεῖν ὅτου ἤκουσε, καταφανὴς ἦν τῇ βουλῇ αὐτὸς θεὶς τὴν ἱκετηρίαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="117"><p rend="align(indent)">φέρε δὴ τοίνυν, ὦ ἄνδρες — τάχα γὰρ ἂν αὐτὸ βούλοισθε<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">βούλοισθε</foreign> Dobree: <foreign xml:lang="grc">βούλεσθε</foreign> codd.</note> πυθέσθαι —, ὁ δὲ Καλλίας τί βουλόμενος ἐτίθη τὴν ἱκετηρίαν; ἐγὼ δὲ ὑμῖν διηγήσομαι ὧν ὑπʼ αὐτοῦ ἕνεκα ἐπεβουλεύθην. Ἐπίλυκος ἦν ὁ Τεισάνδρου θεῖός μοι, ἀδελφὸς τῆς μητρὸς τῆς ἐμῆς· ἀπέθανε δὲ ἐν Σικελίᾳ ἄπαις ἀρρένων παίδων, θυγατέρας δὲ δύο καταλιπών, αἳ ἐγίγνοντο εἴς τε ἐμὲ καὶ Λέαγρον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="118"><p>τὰ δὲ πράγματα τὰ οἴκοι πονηρῶς εἶχε· τὴν μὲν γὰρ φανερὰν οὐσίαν οὐδὲ δυοῖν ταλάντοιν κατέλιπε, τὰ δὲ ὀφειλόμενα πλέον ἦν ἢ πέντε τάλαντα. ὅμως δʼ ἐγὼ καλέσας Λέαγρον ἐναντίον τῶν φίλων ἔλεγον ὅτι ταῦτʼ εἴη ἀνδρῶν ἀγαθῶν, ἐν τοῖς τοιούτοις δεικνύναι τὰς οἰκειότητας ἀλλήλοις. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="119"><p><q rend="double">ἡμᾶς γὰρ οὐ δίκαιόν ἐστιν οὔτε χρήματα ἕτερα<note anchored="true" resp="Loeb" xml:lang="lat"><foreign xml:lang="grc">ἑτέρου</foreign> Richards. Post a)ndro\s add. e(te/rou Lipsius.</note> οὔτʼ εὐτυχίαν ἀνδρὸς ἑλέσθαι, ὥστε καταφρονῆσαι τῶν Ἐπιλύκου θυγατέρων. καὶ γὰρ εἰ ἔζη Ἐπίλυκος ἢ τεθνεὼς πολλὰ κατέλιπε χρήματα, ἠξιοῦμεν ἂν γένει ὄντες ἐγγυτάτω ἔχειν τὰς παῖδας. τοιγάρτοι ἐκεῖνα μὲν διʼ Ἐπίλυκον ἂν ἦν ἢ διὰ τὰ χρήματα· νῦν δὲ διὰ τὴν ἡμετέραν ἀρετὴν τάδε ἔσται. τῆς μὲν οὖν σὺ ἐπιδικάζου, τῆς δὲ ἐγώ.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0027.tlg001.perseus-grc2" n="120"><p rend="align(indent)">ὡμολόγησέ μοι, ὦ ἄνδρες. ἐπεδικασάμεθα ἄμφω κατὰ τὴν πρὸς ἡμᾶς ὁμολογίαν. καὶ ἧς μὲν ἐγὼ ἐπεδικασάμην, ἡ παῖς τύχῃ χρησαμένη καμοῦσα ἀπέθανεν· ἡ δʼ ἑτέρα ἔστιν ἔτι. ταύτην Καλλίας ἔπειθε Λέαγρον, χρήματα ὑπισχνούμενος, ἐᾶν αὑτὸν λαβεῖν· αἰσθόμενος δʼ ἐγὼ εὐθὺς ἔθηκα παράστασιν, καὶ ἔλαχον προτέρῳ μὲν Λεάγρῳ, ὅτι <q rend="double">εἰ μὲν σὺ βούλῃ ἐπιδικάζεσθαι, ἔχε τύχῃ ἀγαθῇ, </q></p></div></div></body></text></TEI>