ἐπειδὴ γὰρ ἤλθομεν Ἐλευσινόθεν καὶ ἡ ἔνδειξις ἐγεγένητο, προσῄει τοῖς πρυτάνεσιν τοῖς πρυτάνεσιν add. Blass. ὁ βασιλεὺς περὶ τῶν γεγενημένων Ἐλευσῖνι κατὰ τὴν τελετήν, ὥσπερ ἔθος ἐστίν· οἱ δὲ πρυτάνεις προσάξειν ἔφασαν αὐτὸν πρὸς τὴν βουλήν, ἐπαγγεῖλαί ἐπαγγεῖλαι Bekker: ἀπαγγεῖλαι codd. τʼ ἐκέλευον ἐμοί τε καὶ Κηφισίῳ παρεῖναι εἰς τὸ Ἐλευσίνιον· ἡ γὰρ βουλὴ ἐκεῖ καθεδεῖσθαι ἔμελλε κατὰ τὸν Σόλωνος νόμον, ὃς κελεύει τῇ ὑστεραίᾳ τῶν μυστηρίων ἕδραν ποιεῖν ἐν τῷ Ἐλευσινίῳ. καὶ παρῆμεν κατὰ τὰ προειρημένα. καὶ ἡ βουλὴ ἐπειδὴ ἦν πλήρης, ἀναστὰς Καλλίας ὁ Ἱππονίκου τὴν σκευὴν ἔχων λέγει ὅτι ἱκετηρία κεῖται ἐπὶ τοῦ βωμοῦ, καὶ ἔδειξεν αὐτοῖς. κᾆθʼ ὁ κῆρυξ ἐκήρυττε τίς τὴν ἱκετηρίαν καταθείη, καὶ οὐδεὶς ὑπήκουεν. ἡμεῖς δὲ παρέσταμεν, καὶ οὗτος ἡμᾶς ἑώρα. ἐπειδὴ δὲ οὐδεὶς ὑπήκουεν καὶ ᾤχετο εἰσιὼν ὁ ὁ add. Blass. Post εἰσίων interpungunt alii, inter praeconem Euclemque distinguentes. ἐπεξελθὼν Εὐκλῆς οὑτοσί, — καί μοι κάλει αὐτόν. πρῶτα μὲν οὖν ταῦτα εἰ ἀληθῆ λέγω, μαρτύρησον, Εὔκλεις. Μαρτυρία Μαρτυρία add. Ald. ὡς μὲν ἀληθῆ λέγω, μεμαρτύρηται· πολὺ δέ μοι δοκεῖ τὸ ἐναντίον εἶναι ἢ οἱ κατήγοροι εἶπον. ἔλεξαν γάρ, εἰ μέμνησθε, ὅτι αὐτώ με τὼ θεὼ παραγάγοιεν παραγάγοιεν Dobree: περιαγάγοιεν codd. ὥστε θεῖναι τὴν ἱκετηρίαν μὴ εἰδότα τὸν νόμον, ἵνα δῶ δίκην. ἐγὼ δέ, ὦ ἄνδρες, εἰ ὡς μάλιστα ἀληθῆ λέγουσιν οἱ κατήγοροι, ὑπʼ αὐτοῖν με με Reiske: μὲν codd. φημὶ τοῖν θεοῖν σεσῷσθαι. εἰ γὰρ ἔθηκα μὲν τὴν ἱκετηρίαν, ὑπήκουσα δὲ μή, ἄλλο τι ἢ αὐτὸς μὲν αὑτὸν ἀπώλλυον τιθεὶς τὴν ἱκετηρίαν, ἐσῳζόμην δὲ τῇ τύχῃ διὰ τὸ μὴ ὑπακοῦσαι, δῆλον ὅτι διὰ τὼ θεώ; εἰ γὰρ ἐβουλέσθην με ἀπολλύναι τὼ θεώ, ἐχρῆν δήπου καὶ μὴ θέντα με τὴν ἱκετηρίαν ὁμολογῆσαι. ἀλλʼ οὔτε ὑπήκουσα οὔτʼ ἔθηκα. ἐπειδὴ δʼ ἔλεγε τῇ βουλῇ Εὐκλῆς ὅτι οὐδεὶς ὑπακούοι, πάλιν ὁ Καλλίας ἀνα στὰς ἀναστὰς Baiter: στὰς codd. ἔλεγεν ὅτι εἴη νόμος πάτριος, εἴ τις ἱκετηρίαν θείη ἐν τῷ Ἐλευσινίῳ, ἄκριτον ἀποθανεῖν, καὶ ὁ πατήρ ποτʼ αὐτοῦ Ἱππόνικος ἐξηγήσαιτο ἐξηγήσαιτο Dobree: ἐξηγήσατο codd. ταῦτα Ἀθηναίοις, ἀκούσειε δὲ ὅτι ἐγὼ θείην τὴν ἱκετηρίαν. ἐντεῦθεν ἀναπηδᾷ Κέφαλος οὑτοσὶ καὶ λέγει·