ἦν μὲν γὰρ ἐκκλησία τοῖς στρατηγοῖς τοῖς εἰς Σικελίαν, Νικίᾳ καὶ Λαμάχῳ καὶ Ἀλκιβιάδῃ, καὶ τριήρης ἡ στρατηγὶς ἤδη ἐξώρμει ἡ Λαμάχου· ἀναστὰς δὲ Πυθόνικος ἐν τῷ δήμῳ εἶπεν ὦ Ἀθηναῖοι, ὑμεῖς μὲν στρατιὰν ἐκπέμπετε καὶ παρασκευὴν τοσαύτην, καὶ κίνδυνον ἀρεῖσθαι ἀρεῖσθαι Bekker: αἱρεῖσθαι codd. μέλλετε· Ἀλκιβιάδην δὲ τὸν στρατηγὸν ἀποδείξω ὑμῖν τὰ μυστήρια ποιοῦντα ἐν οἰκίᾳ μεθʼ ἑτέρων, καὶ ἐὰν ψηφίσησθε ἄδειαν ᾧ ᾧ add. Bekker. ἐγὼ κελεύω, θεράπων ὑμῖν ἑνὸς τῶν ἐνθάδε ἀνδρῶν ἐνθάδε ἑνὸς τῶν ἀνδρῶν Blass, ft. recte. ἀμύητος ὢν ἐρεῖ τὰ μυστήρια· εἰ δὲ μή, χρῆσθέ μοι χρῆσθέ μοι Hickie, coll. sec. 26: χρῆσθ’ ἐμοὶ codd. ὅ τι ἂν ὑμῖν δοκῇ, ἐὰν μὴ τἀληθῆ λέγω. ἀντιλέγοντος δὲ Ἀλκιβιάδου πολλὰ καὶ ἐξάρνου ὄντος ἔδοξε τοῖς πρυτάνεσι τοὺς μὲν ἀμυήτους μεταστήσασθαι, αὐτοὺς δʼ ἰέναι ἐπὶ τὸ μειράκιον ὃ ὁ Πυθόνικος ἐκέλευε. καὶ ᾤχοντο, καὶ ἤγαγον θεράποντα Ἀρχεβιάδου τοῦ Πολεμάρχου Ἀρχεβιάδου τοῦ Πολεμάρχου Marchant: Ἀρχεβιάδου πρὸς τὸν πολέμαρχον Helbig: ἀλκιβιάδου Πολεμάρχου Bekker: ἀλκιβιάδου πολέμαρχον codd. · Ἀνδρόμαχος αὐτῷ ὄνομα ἦν. ἐπεὶ δὲ ἐψηφίσαντο αὐτῷ τὴν ἄδειαν, ἔλεγεν ὅτι ἐν τῇ οἰκίᾳ τῇ Πουλυτίωνος γίγνοιτο μυστήρια· Ἀλκιβιάδην μὲν οὖν καὶ Νικιάδην καὶ Μέλητον, τούτους μὲν αὐτοὺς εἶναι τοὺς ποιοῦντας, συμπαρεῖναι δὲ καὶ ὁρᾶν τὰ γιγνόμενα καὶ ἄλλους, παρεῖναι δὲ καὶ δούλους, ἑαυτόν τε καὶ τὸν ἀδελφὸν καὶ Ἱκέσιον τὸν αὐλητὴν καὶ τὸν Μελήτου δοῦλον. πρῶτος πρῶτος A corr.: πρῶτον A pr. μὲν οὗτος ταῦτα ἐμήνυσε, καὶ ἀπέγραψε τούτους· ὧν Πολύστρατος μὲν συνελήφθη καὶ ἀπέθανεν, οἱ δὲ ἄλλοι φεύγοντες ᾤχοντο, καὶ αὐτῶν ὑμεῖς θάνατον κατέγνωτε. καί μοι λαβὲ καὶ ἀνάγνωθι αὐτῶν τὰ ὀνόματα. Ὀνόματα. —τούσδε Ἀνδρόμαχος ἐμήνυσεν· Ἀλκιβιάδην, Νικιάδην, Μέλητον, Ἀρχεβιάδην, Ἄρχιππον, Διογένη, Πολύστρατον, Ἀριστομένη, Οἰωνίαν, Οἰωνίαν Kirchoff e titulis poletarum: ἰωνίαν codd. Παναίτιον. πρώτη μέν, ὦ ἄνδρες, μήνυσις ἐγένετο αὕτη ὑπὸ Ἀνδρομάχου κατὰ τούτων τῶν ἀνδρῶν. καὶ μοι κάλει Διόγνητον. Μάρτυς ἦσθα ζητητής, ὦ Διόγνητε, ὅτε Πυθόνικος εἰσήγγειλεν ἐν τῷ δήμῳ περὶ Ἀλκιβιάδου; ἦ. ἦ Blass: ἦν codd. οἶσθα οὖν μηνύσαντα Ἀνδρόμαχον τὰ ἐν τῇ οἰκίᾳ τῇ Πουλυτίωνος γιγνόμενα; οἶδα. τὰ ὀνόματα οὖν τῶν ἀνδρῶν ἐστι ταῦτα, καθʼ ὧν ἐκεῖνος ἐμήνυσεν; ἔστι ταῦτα. δευτέρα τοίνυν μήνυσις ἐγένετο. Τεῦκρος ἦν ἐνθάδε μέτοικος, ὃς ᾤχετο Μέγαράδε ὑπεξελθών, ἐκεῖθεν δὲ ἐπαγγέλλεται τῇ βουλῇ, εἴ οἱ ἄδειαν δοῖεν, μηνύσειν περί τε τε add. Blass, coll. sec. 34. τῶν μυστηρίων, συνεργὸς ὤν, καὶ τοὺς ἄλλους τοὺς ποιοῦντας μεθʼ ἑαυτοῦ, καὶ περὶ τῶν Ἑρμῶν τῆς περικοπῆς ἃ ᾔδει. ψηφισαμένης δὲ τῆς βουλῆς — ἦν γὰρ αὐτοκράτωρ — ᾤχοντο ἐπʼ αὐτὸν Μέγαράδε· καὶ κομισθείς, ἄδειαν εὑρόμενος, ἀπογράφει τοὺς μεθʼ ἑαυτοῦ. καὶ οὗτοι κατὰ τὴν Τεύκρου μήνυσιν ᾤχοντο φεύγοντες. καί μοι λαβὲ καὶ ἀνάγνωθι τὰ ὀνόματα αὐτῶν. Ὀνόματα. —τούσδε Τεῦκρος ἐμήνυσε· Φαῖδρον, Γνιφωνίδην, Ἰσόνομον, Ἡφαιστόδωρον, Κηφισόδωρον, ἑαυτόν, Διόγνητον, Σμινδυρίδην, Φιλοκράτη, Ἀντιφῶντα, Τείσαρχον, Παντακλέα. μέμνησθε δέ, ὦ ἄνδρες, ὅτι ὅτι om. A pr. καὶ ταῦθʼ ὑμῖν προσομολογεῖται ἅπαντα.