ἀλλʼ ὅμως οὗτος ἑτέρων ἑτέρων Reiske: ἑταιρῶν codd. τολμᾷ τολμᾷ Blass: ἐτόλμα codd. κατηγορεῖν, ᾧ κατὰ τοὺς νόμους τοὺς ὑμετέρους οὐδʼ αὐτῷ ὑπὲρ αὑτοῦ ἔστιν ἀπολογεῖσθαι. ἀλλὰ γάρ, ὦ ἄνδρες, καθήμενος ἡνίκα μου κατηγόρει, βλέπων εἰς αὐτὸν οὐδὲν ἄλλο ἢ ὑπὸ τῶν τριάκοντα συνειλημμένος ἔδοξα κρίνεσθαι. εἰ γὰρ τότε ἠγωνιζόμην, τίς ἄν μου κατηγόρει; οὐχ οὗτος ὑπῆρχεν, εἰ μὴ ἐδίδουν ἀργύριον; καὶ γὰρ νῦν. ἀνέκρινε δʼ ἄν με τίς ἄλλος ἢ Χαρικλῆς, ἐρωτῶν, εἰπέ μοι, ὦ Ἀνδοκίδη, ἦλθες εἰς Δεκέλειαν, καὶ ἐπετείχισας τῇ πατρίδι τῇ σεαυτοῦ; οὐκ ἔγωγε. τί δέ; ἔτεμες τὴν χώραν, καὶ ἐλῄσω ἢ κατὰ γῆν ἢ κατὰ θάλατταν τοὺς πολίτας τοὺς σεαυτοῦ; οὐ δῆτα. οὐδʼ ἐναυμάχησας ἐναντία τῇ πόλει, οὐδὲ συγκατέσκαψας τὰ τείχη, οὐδὲ συγκατέλυσας τὸν δῆμον, οὐδὲ βίᾳ κατῆλθες εἰς τὴν πόλιν; οὐδὲ τούτων οὐδὲ τούτων Muretus: οὐδὲν τούτων codd. πεποίηκα οὐδέν. δοκεῖς οὖν χαιρήσειν καὶ καὶ Dobree: ἢ codd. οὐκ ἀποθανεῖσθαι, ὡς ἕτεροι πολλοί; ἆρʼ ἂν ἂν add. Dobree. οἴεσθε, ὦ ἄνδρες, ἄλλων τινῶν τυχεῖν με διʼ ὑμᾶς, δι’ ὑμᾶς Reiske: δι’ ἡμᾶς codd. εἰ ἐλήφθην ὑπʼ αὐτῶν; οὐκ οὖν δεινόν, εἰ ὑπὸ μὲν τούτων διὰ τοῦτʼ ἂν ἀπωλόμην, ὅτι εἰς τὴν πόλιν οὐδὲν ἥμαρτον, ὥσπερ καὶ ἑτέρους ἀπέκτειναν, ἐν ὑμῖν δὲ κρινόμενος, οὓς οὐδὲν κακὸν πεποίηκα, οὐ σωθήσομαι; πάντως δήπου· ἢ σχολῇ γέ τις ἄλλος ἀνθρώπων. ἀλλὰ γάρ, ὦ ἄνδρες, τὴν μὲν ἔνδειξιν ἐποιήσαντό μου κατὰ νόμον κείμενον, τὴν δὲ κατηγορίαν κατὰ τὸ ψήφισμα τὸ πρότερον γεγενημένον περὶ ἑτέρων. εἰ οὖν ἐμοῦ καταψηφιεῖσθε, ὁρᾶτε μὴ οὐκ ἐμοὶ μάλιστα τῶν πολιτῶν προσήκει λόγον δοῦναι τῶν γεγενημένων, ἀλλὰ πολλοῖς ἑτέροις μᾶλλον, τοῦτο μὲν οἷς ὑμεῖς ἐναντία μαχεσάμενοι διηλλάγητε καὶ ὅρκους ὠμόσατε, τοῦτο δὲ οὓς φεύγοντας κατηγάγετε, τοῦτο δὲ οὓς ἀτίμους ὄντας ἐπιτίμους ἐποιήσατε· ὧν ἕνεκα καὶ στήλας ἀνείλετε καὶ νόμους ἀκύρους ἐποιήσατε καὶ ψηφίσματα ἐξηλείψατε· οἳ νυνὶ μένουσιν ἐν τῇ πόλει πιστεύοντες ὑμῖν, ὦ ἄνδρες. εἰ οὖν γνώσονται ὑμᾶς ἀποδεχομένους τὰς κατηγορίας τῶν πρότερον γεγενημένων, τίνα αὐτοὺς οἴεσθε γνώμην ἕξειν περὶ σφῶν αὐτῶν; ἢ τίνα αὐτῶν ἐθελήσειν εἰς ἀγῶνας καθίστασθαι ἕνεκα τῶν πρότερον γεγενημένων; φανήσονται γὰρ πολλοὶ μὲν ἐχθροὶ πολλοὶ δὲ συκοφάνται, οἳ καταστήσουσιν αὐτῶν ἕκαστον εἰς ἀγῶνα. ἥκουσι δὲ νυνὶ ἀκροασόμενοι ἀμφότεροι, οὐ τὴν αὐτὴν γνώμην ἔχοντες ἀλλήλοις, ἀλλʼ οἱ μὲν εἰσόμενοι εἰ χρὴ πιστεύειν τοῖς νόμοις τοῖς κειμένοις καὶ τοῖς ὅρκοις οὓς ὠμόσατε ἀλλήλοις, οἱ δὲ ἀποπειρώμενοι τῆς ὑμετέρας γνώμης, εἰ αὐτοῖς ἐξέσται ἀδεῶς συκοφαντεῖν καὶ γράφεσθαι, τοὺς δὲ ἐνδεικνύναι, τοὺς δὲ ἀπάγειν. οὕτως οὖν ἔχει, ὦ ἄνδρες· ὁ μὲν ἀγὼν ἐν τῷ σώματι τῷ ἐμῷ καθέστηκεν, ἡ δὲ ψῆφος ἡ ὑμετέρα δημοσίᾳ κρινεῖ, κρινεῖ Stephanus: κρίνει codd. πότερον χρὴ τοῖς νόμοις τοῖς ὑμετέροις πιστεύειν, ἢ τοὺς συκοφάντας παρασκευάζεσθαι, ἢ φεύγειν αὐτοὺς ἐκ τῆς πόλεως καὶ ἀπιέναι ὡς τάχιστα.