ἐδέξατο δʼ ἡμᾶς ὁ Μυωνίδης φιλανθρώπως σφόδρα. τὰ μέντοι χωρία δυοῖν ταλάντων ἐπριάμην, καὶ νῦν ἐπαύλιόν τι μηχανῶμαι τοιοῦτον, οἷον ἂν μηχανῴμην ἐγὼ κεκτημένος βραχέα καὶ μέλλων ὅμως οἰκεῖν ἐνθάδε, μὰ τοὺς θεοὺς οὐχ ἡδέως στερόμενος τῆς ἐμαυτοῦ πόλεως, καὶ μάλιστα τοιαύτης, ἐν δύναιτο ἄν τις ἧττον ἀλγεῖν ὑπολαμβάνων οἰκεῖν. ἔρρωσο. Ὁ δὴ Κίμων οἷα κατὰ πόλιν ἑκάστην καὶ αἰγιαλὸν ἡμᾶς δέδρακεν, οὐκ ἔθους, οὐ νόμου φειδόμενος οὐδενός. κατὰ θέαν εἰς ʼʼΙλιον ἀφικόμην τῆς τε γῆς καὶ θαλάττης. καὶ ἂ μὲν εἶδον αὐτόθι, γράφειν ἐπεὶ δοκεῖ ὕλην ἀφθονον ἔχειν, σιωπήσω· δέδοικα γάρ, μὴ ποιητικῆς λαβόμενος φλυαρίας ἀπειροκαλεύεσθαι δόξω. τὰ δὲ Κίμωνος ἔργα καὶ τὴν ἀκρασίαν, οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαἰ, δυναίμην ἂν ἀρκέσαι λέγων. διατριβόντων γὰρ ἡμῶν πολλὰς ἡμέρας ἐν Ἰλίῳ καὶ μὴ πληρουμένων τῆς θέας τῶν τάφων (ἦν δέ μοι γνώμη μένειν, ἕως ἅπαντα ἐπεξέλθω τὰ ἐν τῇ Ἰλιάδι ἔπη πρὸς αὐτοῖς ἑκάστοις, ὑπὲρ ὧν τὰ ἔπη ἐστὶ γιγνόμενα), ἐμπίπτει ἡμέρα, ἐν ᾗ πειρῶνται τοὺς γάμους οἱ Ἰλιεῖς τῶν θυγατέρων, ὅσων ἐπιτρέπει ποιεῖν ἡ ὥρα. ἐγένοντο δὲ συχναὶ αἱ γαμούμεναι. νενόμισται δὲ ἐν τῇ Τρῳάδι γῇ τὰς γαμουμένας παρθένους ἐπὶ τὸν Σκάμανδρον ἔρχεσθαι, καὶ λουσαμένας ἀπʼ αὐτοῦ τὸ ἔπος τοῦτο ὥσπερ ἱερόν τι ἐπιλέγειν, λαβέ μου, κάμανδρε, τὴν παρθενίαν ἐν δὴ ταῖς ἄλλαις Καλλιρρόη ὄνομα παρθένος μεγάλη, πατρὸς δὲ οὐ τῶν ἐπιφανῶν, ἐπὶ τὸν ποταμὸν ἧκε λουσομένη. καὶ ἡμεῖς ἄμα τοῖς τε οἰκείοις τῶν γαμουμένων καὶ τοῖς ἄλλοις ὄχλοις πόρρωθεν τὴν ἑορτὴν καὶ τὰ λουτρὰ τῶν παρθένων, ᾗ θέμις αὐτὰ ἐξωτέρω ὁρᾶν, ἐθεώμεθα. ὁ δὲ καλὸς κἀγαθὸς Κίμων ἐγκρύπτεται εἰς θάμνον τοῦ καμάνδρου, καὶ στέφει ἑαυτὸν δόναξιν· ἦν δὲ αὐτῷ δηλαδὴ τὸ στρατήγημα τοῦτο καὶ ὁ λόχος ἐξ ἡμέρας ἐπὶ τὴν Καλλιρρόην εὐτρεπής.