σοὶ δὲ τὸ μέχρι μὲν χθὲς καὶ πρώην θεσμοθετοῦντος ἤδή σοῦ προεστάναι τὴν μητέρα, τρὶς δὲ ἐμπεσεῖν εἶς τὸ δεσμωτήριον τὸν πατέρα σου, σὲ δὲ πραθέντα τρισχιλίων δραχμῶν τὴν ἀκμὴν ἡταιρηκέναι, τοῖς περὶ Τί‒ μαρχον νέοις κοινὰ ταῦτʼ εἶναι, οὐ τοῖς περὶ Gεμιστοκλέα ἢ Ἀριστείδην τὸν δίκαιον ὑπολαμβάνω. ἀλλὰ Μελανώπῳ μὲν αὗθις, ἐὰν ὑμῖν δόξῃ, διαλέξομαι παρών· ὑμῖν δὲ τῆς μὲν εὐνοίας, ἥν ἀπόντι μοι παρέχεσθε, θορυβοῦντες ἀεὶ καὶ μὴ θέλοντες ἀκροᾶσθαι τῶν λοιδορούντων ἡμᾶς, πολλὴν χάριν ἔχω, δικαιότερον μέντοι καὶ ἄμεινον ἥν ἐμὲ αὐτὸν ἐᾶσαι πρὸς τοὺς λοιδοροῦντας λέγειν, ψηφισαμένους πολλάκις πολλοῖς ῆδη ἐψηφίσασθε τὰ μέγιστα ἁμαρτοῦσιν εἰς ὑμᾶς. εἰ δὲ μή, τό γε δεύτερον ἂν δεηθείην, ἀνέχεσθαι πολὺ μᾶλλον τῶν λοιδορουμένων ἡμᾶς, ἢ χαρίζεσθαι δοκοῦντας, ὅτι τῶν βλασφημιῶν οὐκ ἀκροᾶσθε, μείζω τὴν ὑποψίαν τῶν δυναμένων λέγεσθαι ποιεῖν. Σύ μὲν οὐδέπω καὶ νῦν ἀφῖξαι πρὸς ἡμᾶς, ἀλλὰ καὶ νόσους καὶ δίκας καὶ πάντα μᾶλλον τοῦ μὴ βούλεσθαι ἐλθεῖν πρὸς ἡμᾶς σιτία· Νικίας δὲ ἀφῖκται πάλαι καὶ Ἀνδρωνίδας. εἶ μὲν οὗν νῦν γε σύν Φιλίνῳ (πυνθάνομαι γὰρ αὐτὸν ἐξιέναι) διέγνωκας ἀφικνεῖσθαι πρὸς ἡμᾶς, τάχʼ ἂν εἴη σοι ἔτι ἀπολογία καὶ λυθείη ὁ πόλεμος· εἰ δὲ οὐδὲ σύν ἐκείνῳ διέγνωκας ἐξιέναι, σύ μὲν ἐπιστελεῖς διὰ παντὸς ἡμῖν ἀφίξεσθαι πρὸς ἡμᾶς, ἐγὼ δὲ ἅπαξ ἀνιάσομαι. Περαιωθεὶς ἐπὶ Φύσκον, ἡσυχάσας ἐκείνην τὴν ἡμέραν, οὐχ ὑπʼ ἀργίας, ἀλλὰ μηκυνεῖν ἔδοξεν ἡ περὶ τὸ ἄσθμα νόσος, ὡς τὴν νύκτα ἐνέδωκε καὶ ῥᾴων ἐγενόμην, βαδίσας εἰς τὴν ʼʼΑμὸν ἐπεῖδον τὰ χωρία. καί μοι ἔδοξε καλὰ μὲν ἄλλως καὶ ποικίλα εἶναι τὰ χωρία (καὶ γὰρ ἐλαιῶν φυτὰ ἥν πολλὰ καὶ ἄμπελοι συχναὶ καὶ σπόριμα πλείονα καὶ νομαὶ καλαί), ἐπαύλιον δὲ οὐδὲ μέτριον, ἀλλὰ πάντα ἐρείπια.