ἀλλὰ γὰρ ἄλις μὲν ῆδη δακρύων, σύ δʼ εὐτυχοίης, καὶ μὴ μόνον πολιτείαν ἄπασαν, ἀλλὰ καὶ Λεπτίνην φεῦγε, ὅτι πρὸς ἡμᾶς ἔχει φιλαπεχθημόνως, καὶ ὅτι τἄλλα τοιοῦτός ἐστιν, ὅτου περιεῖναι μὲν μηδενὸς λαμπρότερον, ἡττᾶσθαι δὲ ἀδοξότατον. καὶ μάλιστα μὲν παραινῶ, φεῦγε τὰς μετʼ αὐτοῦ διατριβάς· εἰ δʼ αὗ συνέλθοις ἐκ τύχης καὶ καθʼ ἡμῶν λέγοι τι, πειρῶ σιωπᾶν, ἂν ἰσχύῃς, καὶ γελᾶν. ἀλλʼ ὁ μὲν δίδωσιν ἀποχρῶσαν δίκην τῷ πᾶσιν ἀνθρώποις καὶ γέλωτος εἶναι δοκεῖν ἄμα καὶ μίσους ἄξιος· σύ δέ, εἰ μὴ πάνυ φοβῇ τὴν θάλατταν, ἀφίκοιο παρʼ ἡμᾶς ποτε, καὶ παρασχών σαυτὸν ἰδεῖν ἡμῖν ἐπανίοις πάλιν. AΙΣΧΙΝΗΣ ΦΙΛΟΚΡΑΤΕΙ. Ἀρίστων οὗτος, ὁ κομίζων σοι τὴν ἐπιστολήν, ὁ πρῶτός ἐστιν ἡμᾶς ὑποδεξάμενος ἐν Ῥόδῳ. πέπλευκε δὲ Ἀθήναζε κατὰ χρείαν κηδεστοῦ γέροντος, ἀργύριον εσπράξων παρὰ τοῦ τραπεζίτου Χαρμόλα. σκόπει οὖν, ὅπως αὐτὸν ὑποδέξῃ φιλοφρόνως (ἔστι δὲ κομιδῆ εὐτελὴς τὴν δίαιταν καὶ πρέπων ἡμῖν, ὡ Αθηναῖοι) καὶ τὰ ἄλλα συμπράξεις, ὡς μάθῃ, ὅτι οὐ παντελῶς ἔρημον φίλων ὑπέλαβεν, ἀλλʼ ἔστι τις Ἀθήνησιν Αἰσχίνου μνήμη καὶ λόγος. AΙΣΧΙΝΗΣ ΤΗΙ ΒΟΥΛΗI ΚΑΙ ΔΗΜΩΙ. ʼΕπυθόμην τὰ ῥηθέντα Μελανώπῳ πρὸς ὑμᾶς, καὶ τὴν μὲν ὑμετέραν ἀπεδεξάμην φιλανθρωπίαν, Μελανώπῳ δὲ οὐκ ἐπανελθὼν μόνον πρὸς ὑμᾶς νομίζω τοῖς βεβιωμένοις αὐτῷ πρέπουσαν ἀποδώσειν χάριν, ἀλλʼ ἀτυχῶν ἔτι καὶ τῆς πατρίδος ἐστερημένος ὅμῶς ἀρκέσαι πειράσομαι. ἐγὼ γάρ, ὦ ΜΔλάνωπε, κατὰ μὲν τοὺς νόμους ὁμολογῶ ταύτη κεχρῆσθαι τῇ συμφορᾷ, φημὶ μέντοι βοηθῶν ταῦτα τοῖς νόμοις πεπονθέναι, καὶ ὑπὲρ τοῦ μηδένα στεφανοῦσθαι παρʼ αὐτοὺς ἀγωνιζόμενος. ἐμοὶ μὲν οὗν τὸ δεδυστυχηκέναι πολιτευομένῳ κοινόν ἐστι πρὸς Θεμιστοκλέα καὶ Ἀριστείδην καὶ ἄλλους πολλοὺς τῶν λαμπροτάτων ποτὲ ἐν τῆ πόλει γενομένων·