ΑΙΣΧΙΝΗΣ ΤΗΙ ΒΟΥΛΗΙ KAΙ ΤΩΙ ΔΗΜΩΙ. Οἱ μὲν ἄλλοι πάντες, ὅσοι φεύγουσιν ἀδίκως, ἢ δέονται τῶν πολιτῶν, ὅπως ἐπανέλθωσιν, ἢ διαμαρτόντες τούτου λοιδοροῦσι τὰς ἑαυτῶν πατρίδας, ὡς φαύλως αὐτοῖς προσφερομένας· ἐγὼ δὲ ἐπείπερ ἅπαξ ἀναξίως ὡν ἐπολιτευσάμην ήτύχησα, καὶ κατηγορῶν ἄλλων αὐτὸς ἑάλων, ἄχθομαι μέν, ὥσπερ εἰκός ἐστιν, ἀγανακτῶ δὲ οὐδέν. οὐ γὰρ οὕτως ἔγωγε ήλίθιός εἶμι, ὥστε, ἐξ ἧς πόλεως Θεμιστοκλῆς ὁ τὴν Ἐλλάδα ἐλευθερώσας ἐξηλάθη, καὶ ὅπου Μιλτιάδης, ὅτι μικρὸν ῶφειλε τῷ δημοσίῳ, γέρων ὢν ἐν τῷ δεσμωτηρίῳ ἀπέθανε, ταύτῃ τῇ πόλει Αἰσχίνην τὸν Ἀτρομήτου φεύγοντα ἀγανακτεῖν οἴεσθαι δεῖν, εἴ τι τῶν εἰωθότων Ἀθήνησιν ἔπαθεν. ἀλλʼ ἔγωγε καὶ λαμπρὸν εἰκότως μοι νομίσαιμιʼ ἂν αὐτὸ γενέσθαι, τὸ μετʼ ἐκείνων ἐν ἀδοξίᾳ παρὰ τοῖς ἔπειτα ἀνθρώποις καὶ ἄξιος τοῦ ὄμοια παθεῖν ἐκείνοις γεγονέναι. Ἐπεὶ δοκεῖ σοι πυνθάνεσθαι περὶ Κλεοκράτους, ὅστις ἐστὶν ὁ Κλεοκράτης, ἄκουε· παύσῃ γὰρ οὐ προῖκαʼ πολυπραγμονῶν, οὐδʼ ἄπει πρὶν μακρᾶς ἀκοῦσαι διηγήσεως. τὸ μὲν γὰρ γένος ἐστὶν ἀπάντων ἀνδρῶν Ἐλλήνων οὐκ ἐν ἀφανεστάτοις, Ἀρίφρονα τὸν ἐκ Δαμαγήτου εἴ που πυνθάνοιο, ὅν που καὶ ὁ μέγας αἴρει Πίνδαρος. ἀλλʼ ὅπως μὴ γέλωτα ὀφλισκάνῃς ζητῶν, ὅστις ἐστὶν ὁ Πίνδαρος. τουτὶ μὲν γὰρ οἶμαι ὅτι καὶ παρὰ Μαντίᾳ τῷ γραμματιστῇ ἄμα ἐμοί ποτε ἔμαθες τὸ γράμμα · καὶ εἰ μηδενὸς ἔτι τῶν παρὰ Μαντίᾳ μνημονεύεις, ἐν γοῦν ταῖς ἐκκλησίαις Μελανώπου ἑκάστοτε ἀκούεις λέγοντος, ὡ ταὶ λιπαραὶ καὶ ἀοίδιμοι ἁλιάδος ἔρεισμʼ Ἀθᾶναι;