ἆρʼ οὖν καὶ Φιλίππῳ προδοὺς τὴν ἐμαυτοῦ πατρίδα, καὶ παραπρεσβεύσας τοιαῦτα κατὰ τῆς πόλεως, καὶ ἀεὶ θεραπεύσας Μακεδόνας, ἐπειδὴ τάχιστα φεύγων παρʼ ὑμῶν ᾠχόμην, πρὸς Ἀλέξανδρον ἀπηλλάγην, χάριν τε ὧν παρεσχόμην αὐτῷ κομιούμενος καὶ προμηθείας δηλονότι τευξόμενος παρʼ αὐτοῦ; καὶ οὐκ ἔσθʼ ὅπως οὐχ ἑώρων τὰ μὲν ἐν Βοιωτίᾳ πανδοκεῖα Δημάδην ἔχοντα καὶ χωρία ζευγῶν εἴκοσιν ἀροῦντα καὶ χρυσᾶς ἔχοντα φιάλας, Ἡγήμονα δὲ καὶ Καλλιμέδοντα, τὸν μὲν ἐν Πέλλῃ, τὸν δὲ ἐν Βεροία, καὶ δωρεὰς ἄμα εἰληφότας καὶ γυναῖκας εὐπρεπεστάτας γεγαμηκότας. καὶ μὴν οὐδὲ πρὸς Θηβαίους οὐδʼ εἰς Θετταλίαν ᾠχόμην παρʼ ὑμῶν, οὐδὲ πρὸς ἄλλους τινάς, παρʼ οἷς ἢ λοιδορεῖν ἔδει με τὴν πατρίδα τὴν ἐμήν, ἢ λοιδορουμένης αὐτῆς ἀκούειν, ἀλλʼ εἰς Ῥόδον ἀφικόμην, οὔτε μὰ τὸν Δία δυσμενῶν ὑμῖν οὔτʼ ἄλλως φιλαπεχθημόνων ἀνθρώπων πόλιν. τὸ μὲν γὰρ ὡς ἄγχιστα τῆς ἑαυτῶν πατρίδος ἑστάναι κατειρωνευομένων ἔμοιγε τῆς συμφορᾶς εἶναι μᾶλλον ἢ στεργόντων ἐδόκει τὴν πόλιντὸν δὲ ὄντως στέργοντα τὴν ἑαυτοῦ πόλιν ὡς πορρωτατῶ μᾶλλον αὐτῆς ἐχρῆν ἀπιέναι, καὶ μηδὲν ἐν τοῖς ὄμμασιν ὑπόμνημα ἔχειν, ὅ τὴν γνώμην ἀμύξει. καὶ γὰρ οὐδʼ ἐνταῦθα μείνας , ἐν ʽΡόδῳ, φανείην ἄν, ἀλλὰ τῆς περαίας ἑλόμενός τι φρούριον μικρόν, ʼʼΑμὸν· κἀνταῦθα πριάμενος χωρία τοσούτων ταλάντων, ὅσων εἰκὸς ἥν τὸν Φιλίππου μὲν πρότερον, εἶτʼ Ἀλεξάνδρου μισθωτὸν ὕστερον γενόμενον, καὶ Φωκεῖς προδόντα καὶ τὴν τῶν Ἐλλήνων ἐλευθερίαν Μακεδόσι, κάθημαι μεθʼ ἑπτὰ θεραπόντων ἐνταῦθα καὶ δυοῖν μόνων γνωρίμων καὶ τῆς μητρός,