ἢ τρίτον ἔχουσα καὶ ἑβδομηκοστὸν ἔτος ἔπλευσε σύν ἐμοὶ μεθέξουσα τῆς διʼ ὑμᾶς μοι συμφορᾶς γενομένης, καὶ μετὰ γυναικός, ἢ συνεξέπεσέ μοι κωλύοντος αὐτὴν τοῦ πατρὸς καὶ μένειν ἴσως ἀναγκαζόντων τῶν νόμων, τὸν τρόπον τῆς πόλεως μᾶλλον ἢ τοὺς νόμους ἐπισταμένη, καὶ μετὰ τριῶν παίδων οὐδέπω καὶ νῦν τῆς ἑαυτῶν συμφορᾶς ἐπαισθομένων, οὐδὲ ὁποίαν μὲν αὐτοῖς ὁ θεὸς δέδωκε γιγνομένοις πατρίδα τὴν Ἀθηναίων πόλιν, ὁποίαν δʼ εὐθέως γενομένων ἀφῇρηται πάλιν. καὶ ἕτεροι μέν, ὡς ἔοικε, τοὺς ἑαυτῶν παῖδας, τοὺς ἢ ἐν Βοιωτίᾳ γενηθέντας ἢ ἐν Αἴτωλιᾳ, πρὸς ὑμᾶς πέμπουσι τῆς αὐτόθι παιδείας μεθέξοντας· οἷς δὲ ταῦτα παρὰ τῆς φύσεως ὑπῆρξεν, οὐ δημοποιήτου πατρὸς οὗσιν οὐδʼ ἐπʼ αἰτίαις αἰσχραῖς ἑαλωκότος, φεύγουσιν ἔτι νήπιοι, καὶ τρέφονται πένητες ἐν ἐρημίᾳ τε καὶ φυγῇ πατρῴᾳ. καὶ περὶ μὲν τῶν Αυκούργου παίδων Δημοσθένης ὑμῖν ἐπιστέλλει, καὶ δεῖται καλῶς ποιῶν χαρίσασθαι τὸ πατρῷον αὐτοῖς ὄφλημα, καὶ ὑμεῖς οὐδὲν ἄλλʼ ἤ Ἀθηναίων ἔργον, ἐλεήσαντες αὐτοὺς καὶ χαρισάο μένοι, ἐποιήσατε· καὶ γὰρ ὀργίζεσθαι ῥᾳδίως ὑμῖν ἔθος ἐστὶν καὶ χαρίζεσθαι πάλιν· ἐγὼ δὲ ὑπὲρ τῶν ἐμαυτοῦ παίδων οὐκ ἂν ὑμᾶς πείσαιμι δεόμενος, ὡς μή μοι μὴ μόνον ἐν ὀρφανίᾳ τραφῶσιν, ἀλλʼ ὀρφανοί θʼ ἄμα καὶ φυγάδες ὄντες, οὔτε ἀδικήσαντες παῖδες ὄντες, ἀλλʼ οὐδὲ ἄλλως ἑαλωκότες, τὰ μέντοι τῶν ἑαλωκότων πάντα πεπονθότες; εἶτα τελευτήσαντος ἄν ἀναμνησθεῖτέ μου, καὶ χαρίσαισθε τὰς δεήσεις, νῦν οὐ προσέχοντες ἡμῖν; ἀλλὰ καὶ πράξατε. ἄνδρες Ἀθηναῖοι, καὶ πείσθητε, τὰ συνήθη τε αὐτοῖς καὶ μέτρια ποιοῦντες. οὐ γὰρ ἂν δὴ τῶν τρόπων ἀποσταίητε καὶ καταλύσαιτε τὴν τῆς πόλεως δόξαν, ἢν ἐπὶ χρηστότητι μείζω καὶ φιλανθρωπίᾳ διὰ παντὸς ἔσχεν ἢ ταῖς ἄλλαις ἀρεταῖς πάσαις ἡ πόλις. οὐδʼ ἂν Μελάνωπος ἰσχύσειε πλέον κωλύων ὑμᾶς μιμεῖσθαι τὴν ἑαυτῶν χρηστότητα καὶ φιλανθρωπίαν,